<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="39"><pb n="84"/><head>λθ΄.</head><p>Ἐὰν μέγεθός τι πρὸς ὀρθὰς ᾖ τῷ ὑποκειμένῳ ἐπιπέδῳ, τεθῇ δὲ τὸ ὄμμα
                                ἐπί τι σημεῖον τοῦ ἐπιπέδου καὶ μεθίστηται τὸ ὁρώμενον ἐπὶ κύκλου
                                περιφερείας <lb n="5"/> κέντρον ἔχοντος τὸ ὄμμα, ἴσον ἀεὶ τὸ
                                ὁρώμενον ὀφθήσεται κατὰ παράλληλον θέσιν τῇ ἐξ ἀρχῆς μεταβαῖνον.</p><p>ἔστω ὁρώμενόν τι μέγεθος τὸ ΑΒ πρὸς ὀρθὰς ὂν τῷ ἐπιπέδῳ, ὄμμα δὲ ἔστω
                                τὸ Γ. καὶ ἐπεζεύχθω ἡ ΓΒ, <lb n="10"/> καὶ κέντρῳ μὲν τῷ Γ,
                                διαστήματι δὲ τῷ ΓΒ κύκλος γεγράφθω ὁ Β∠. λέγω, ὅτι, ἐὰν ἐπὶ
                                τῆς τοῦ κύκλου περιφερείας μεθίστηται τὸ ΑΒ μέγεθος, <lb n="15"/>
                                ἀπὸ τοῦ Γ ὄμματος ἴσον ὀφθήσεται τὸ ΑΒ. καὶ γὰρ ἡ ΑΒ ὀρθή ἐστι καὶ
                                ποιεῖ πρὸς τὴν ΒΓ γωνίαν ὀρθήν, πᾶσαι δὲ αἱ ἀπὸ τοῦ Γ κέντρου
                                προσπίπτουσαι πρὸς τὴν τοῦ <lb n="20"/> κύκλου περιφέρειαν εὐθεῖαι
                                ἴσας γωνίας ποιοῦσιν. ἴσον ἄρα τὸ ὁρώμενον ὀφθήσεται μέγεθος.</p><p>ἐὰν δὲ ἀπὸ τοῦ Γ κέντρου πρὸς ὀρθὰς ἀνασταθῇ εὐθεῖα, ἐπὶ δὲ ταύτης τὸ
                                ὄμμα τεθῇ, καὶ μετακινῆται τὸ ὁρώμενον μέγεθος κατὰ τῆς τοῦ κύκλου
                                περιφερείας <lb n="25"/> παράλληλον ὂν τῇ εὐθείᾳ, ἐφ᾿ ἧς τὸ ὄμμα,
                                ἴσον ἀεὶ τὸ ὁρώμενον ὀφθήσεται.</p><note type="footnote">1. λθ΄] om. v, μηʹ V, μϚ΄ Vat. m. 2. 4. μεθίσταται
                                Vat., corr. m. 2. 5 ἀεὶ ἴσον Vat. v. 10. κέντρον v. 11. δὲ τῷ] corr.
                                ex δὲ τό m. 2 V. ΓΒ] ΒΓ Vat.1 m. 12. ὁ] ἡ Vat. v. 13. τῆς] om. v.
                                τοῦ] om. Vat., corr. in τῆς v.</note></div><div type="textpart" subtype="chapter" n="40"><pb n="86"/><head>μ΄.</head><p>Ἐὰν δὲ τὸ ὁρώμενον μὴ πρὸς ὀρθὰς ᾖ τῷ ὑποκειμένῳ ἐπιπέδῳ, μεθίστηται
                                δὲ ἐπὶ κύκλου περιφερείας ἴσον ὂν τῇ ἐκ τοῦ κέντρου, ποτὲ μὲν ἴσον
                                ἑαυτῷ, ποτὲ <lb n="5"/> δὲ ἄνισον ὀφθήσεται κατὰ παράλληλον θέσιν τῇ
                                ἐξ ἀρχῆς μεταβαῖνον.</p><p>ἔστω κύκλος ὁ Α∠, καὶ εἰλήφθω ἐπὶ τῆς περιφερείας αὐτοῦ σημεῖον
                                τὸ ∠, καὶ ἐφεστάτω μὴ πρὸς ὀρθὰς τῷ κύκλῳ εὐθεῖα ἡ ∠Ζ
                                ἴση οὖσα τῇ ἐκ τοῦ <lb n="10"/> κέντρου, ὄμμα δὲ ἔστω τὸ Ε. λέγω,
                                ὅτι ἡ ∠Ζ, ἐὰν ἐπὶ τῆς τοῦ κύκλου περιφερείας μεθίστηται, ποτὲ
                                ἴση φανήσεται, ποτὲ μείζων, ποτὲ ἐλάσσων. ἤχθω δὴ διὰ τοῦ Ε, ὅ ἐστι
                                κέντρον, τῇ ∠ παράλληλος ἡ ΓΕ, καὶ ἔστω ἴση τῇ ∠Ζ ἡ ΕΓ.
                                καὶ ἤχθω ἀπὸ τοῦ Γ σημείου <lb n="15"/> ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον
                                κάθετος ἡ ΓΗ καὶ συμβαλλέτω τῷ ἐπιπέδῳ κατὰ τὸ Η σημεῖον. καὶ
                                ἐπιζευχθεῖσα ἡ ΕΗ ἐκβεβλήσθω καὶ συμβαλλέτω τῇ περιφερείᾳ κατὰ τὸ Α
                                σημεῖον, καὶ ἤχθω διὰ τοῦ Α τῇ ΓΕ παράλληλος ἡ ΑΒ, καὶ ἔστω ἡ ΑΒ τῇ
                                ∠Ζ ἴση. <lb n="20"/> λέγω, ὅτι ἡ ΑΒ πασῶν τῶν ἐπὶ τῆς τοῦ
                                κύκλου περιφερείας μεθισταμένων εὐθειῶν ἐλάσσων φανήσεται.
                                ἐπεζεύχθωσαν γὰρ εὐθεῖαι αἱ Ε∠, ΓΖ, ΓΒ, ΕΒ, ΖΕ. ἐπεὶ οὖν ἡ ΓΕ
                                τῇ ΑΒ παράλληλός ἐστι καὶ ἴση, καὶ ἡ ΕΑ ἄρα τῇ ΓΒ ἴση τε καὶ
                                παράλληλός ἐστιν. παραλληλόγραμμον <note type="footnote">1. μ΄] om.
                                    v, μθ΄ V, μζ΄ m. 2 Vat. 3. μεθίσταται Vat., corr. m. 2. δέ] δὲ
                                    τῆς Vat. 7. Α∠] inter ∠ ras. 1 litt. m. 11. ποτὲ μέν
                                    m. ἴση] ἴσων V. 12. ποτὲ δέ bis m. 13 κέντρῳ v. 14 ΕΓ] ΓΕ m. 19.
                                    ∠Ζ] ∠Ε Vat. 21. ἐλάττων Vat., ἔλαττον v. 22. ΕΒ]
                                    supra scr. V (Ε∠ — ΖΕ etiam in mg. m. 1 V, ΓΖ supra scr.).
                                    24. τῇ ΓΒ ἄρα Vat. Av. ἐστιν] ἐστι Vat. Avm.</note>
                                <pb n="88"/> ἄρα ἐστὶ τὸ ΑΕΓΒ. διὰ τὰ αὐτὰ δὴ παραλληλόγραμμόν ἐστι
                                καὶ τὸ Ε∠ΖΓ. λείπει δὲ δεῖξαι, ὅτι ἔλασσον φαίνεται τὸ αὐτὸ
                                καὶ μεῖζον. φανερὸν δή, ὅτι ἐλάσσων ἐστὶ γωνία ἡ ὑπὸ ΓΕΑ τῆς <lb n="5"/> ὑπὸ ΓΕ∠, ἐπεὶ δέδεικται, ὅτι πασῶν τῶν διὰ τοῦ
                                κέντρου διαγομένων εὐθειῶν καὶ ποιουσῶν γωνίαν ἐλαχίστη ἐστὶν ἡ ὑπὸ
                                ΓΕΑ. ἐλάσσων ἄρα ἐστὶ καὶ τῆς ὑπὸ ΓΕ∠. καί ἐστι τῆς μὲν ὑπὸ
                                ΓΕΑ ἡμίσεια ἡ ὑπὸ ΒΕΑ· παραλληλόγραμμον γὰρ ἰσόπλευρον τὸ <lb n="10"/> ΒΕ· τῆς δὲ ὑπὸ ΓΕ∠ ἡ ὑπὸ ΖΕ∠· παραλληλόγραμμον γὰρ
                                ἰσόπλευρον καὶ τὸ ΖΕ. καὶ ἡ ὑπὸ ΒΕΑ ἄρα ἐλάττων ἐστὶ τῆς ὑπὸ
                                ΖΕ∠. ὥστε καὶ τὸ ΑΒ μέγεθος τοῦ ∠Ζ μεγέθους ἔλαττον
                                ὀφθήσεται.</p><p>καὶ φανερὸν ἐκ τοῦ προδεδειγμένου λήμματος, ὅτι <lb n="15"/>
                                ἐλάχιστον μὲν ὀφθήσεται πρὸς τῷ Α, μέγιστον δὲ πρὸς τῷ κατὰ
                                διάμετρον τῷ Α σημείῳ, ἴσον δὲ τὸ ἴσον ἀπέχον ἐφ᾿ ἑκάτερα τοῦ Α
                                σημείου.</p></div><div type="textpart" subtype="chapter" n="41"><head>μα΄.</head><p>Ἐὰν δὲ τὸ ὁρώμενον πρὸς ὀρθὰς τῷ ὑποκειμένῳ <lb n="20"/> ἐπιπέδῳ,
                                μεθίστηται δὲ τὸ ὄμμα ἐπὶ κύκλου περιφερείας κέντρον ἔχοντος τὸ
                                σημεῖον, καθ᾿ ὃ συμβάλλει τὸ μέγεθος τῷ ἐπιπέδῳ, ἴσον ἀεὶ τὸ
                                ὁρώμενον φανήσεται.</p><p>ἔστω ὁρώμενον μέγεθος τὸ ΑΒ πρὸς ὀρθὰς τῷ <note type="footnote">1.
                                    ἐστί] om. m. ΑΕΓΒ] ΑΕΒΓ Vm. 2. παραλληλόγραμμα A, comp. Vat. τὸ
                                    Ε∠ΖΓ] mg. m. 2 V. 3. ὅτι] mg. m. 2 V. ἔλαττον Vat., comp.
                                    v. 4. ἔλασσον v, comp. Vat. 5. ἐπεί] seq. ras. 2 litt. V, ἐπεὶ
                                    οὖν Vat. Av. 6. γωνίαν] ὀρθὴν γωνίαν Vm, ὀρθήν add. m. 2 Vat. 7.
                                    ΓΕΑ] ΓΕΑ γωνία m. ἐλάττων Vat., comp. v. ἄρα ἐστί] ἐστὶν ἄρα
                                    Vat. Av. 8. ΓΕΑ] Α in ras. V, ΓΕ∠ A; ΓΕΛ v,</note>
                                <pb n="90"/> ὑποκειμένῳ ἐπιπέδῳ, ὄμμα δὲ ἔστω τὸ Γ. καὶ κέντρῳ μὲν
                                τῷ Β, διαστήματι δὲ τῷ ΒΓ κύκλος γεγράφθω ὁ Γ∠. λέγω, ὅτι, ἐὰν
                                μεθίστηται τὸ Γ ἐπὶ τῆς τοῦ κύκλου <lb n="5"/> περιφερείας, ἴσον ἀεὶ
                                τὸ ΑΒ φανήσεται. τοῦτο δὲ φανερόν ἐστιν. πᾶσαι γὰρ αἱ ἀπὸ τοῦ Γ
                                σημείου πρὸς τὸ ΑΒ προσπίπτουσαι ἀκτῖνες πρὸς ἴσας γωνίας <lb n="10"/> προσπίπτουσιν, ἐπειδήπερ ἡ πρὸς τῷ Β γωνία ὀρθή ἐστιν. ἴσον ἄρα
                                τὸ ὁρώμενον ὀφθήσεται.</p></div><div type="textpart" subtype="chapter" n="42"><head>μβ΄.</head><p>Τοῦ ὁρωμένου μένοντος, τοῦ δὲ ὄμματος μεθισταμένου <lb n="15"/> κατ᾿
                                εὐθεῖαν γραμμὴν πλαγίαν πρὸς τὸ ὁρώμενον μέγεθος οὖσαν ποτὲ μὲν
                                ἴσον, ποτὲ δὲ ἄνισον τὸ ὁρώμενον φαίνεται.</p><p>ἔστω ὁρώμενον μὲν τὸ ΑΒ, <del>ὄμμα δὲ τὸ Ε</del> εὐθεῖα δὲ πλαγία ἡ
                                Γ∠, καὶ προσεκβεβλήσθω τῇ ΒΑ ἐπ᾿ <lb n="20"/> εὐθείας ἡ ΓΑ καὶ
                                συμβαλλέτω τῇ ∠Γ κατὰ τὸ Γ, καὶ μεθιστάσθω ἐπʼ αὐτῆς τὸ ὄμμα.
                                λέγω, ὅτι ποτὲ μὲν ἴσον, ποτὲ δὲ ἄνισον φαίνεται τὸ ΑΒ. εἰλήφθω γὰρ
                                τῶν ΒΓ, ΓΑ μέση ἀνάλογον ἡ ΓΕ, καὶ ἔστω ὄμμα τὸ Ε καὶ μετακεκινήσθω
                                καὶ ἔστω ἐπὶ τῆς αὐτῆς <lb n="25"/> εὐθείας κατὰ τὸ ∠. λέγω,
                                ὅτι τὸ ὑπὸ τῶν Ε, ∠ ὁρώμενον ἄνισον φαίνεται. ἐπεζεύχθωσαν
                                εὐθεῖαι αἱ ΑΕ, <note type="footnote">1. κέντρον, corr. m. 2, Vat. A.
                                    2. B] Α Vat. A v. γεγράφθω] ὁ γε γράφθω Vat., sed corr.; ὁ
                                    γεγράφθω v. 4. τοῦ] om. v. 7. ἐστι Vat. m v. 10. προσπίπτουσαι
                                    v. 11. Β] corr. ex Γ Vat. 13. μβʹ] om. v, να΄ V, μθ΄ m. 2 Vat.
                                    15. τό] τῷ v. 17. φαίνεται τὸ ὁρώμενον m. 18. μέν] om. v.</note>
                                <pb n="92"/> ΕΒ, Α∠, Β∠, καὶ περιγεγράφθω περὶ τὸ ΑΕΒ
                                τρίγωνον τμῆμα τὸ ΑΕΒ, καὶ κείσθω τῇ ὑπὸ τῶν Γ∠, ∠Β
                                γωνίᾳ ἴση γωνία ἡ ὑπὸ τῶν ΓΑ, ΑΖ, καὶ ἐπεζεύχθω ἡ ΒΖ. ἐν κύκλῳ ἄρα
                                ἐστὶ τὰ Β, Α, Ζ, ∠ σημεῖα. <lb n="5"/> ἐπεὶ οὖν μείζων γωνία ἡ
                                ὑπὸ ΑΕΒ τῆς ὑπὸ ΑΖΒ, ἡ δὲ ὑπὸ ΑΖΒ τῇ ὑπὸ τῶν Α∠, ∠Β ἴση
                                ἐστίν, ἐπειδήπερ ἐν τῷ αὐτῷ τμήματί ἐστιν, καὶ ἡ ὑπὸ ΑΕΒ ἄρα τῆς ὑπὸ
                                Α∠Β μείζων ἐστίν. ἀλλ᾿ ὑπὸ μὲν τῆς ὑπὸ Α∠Β τὸ ΑΒ
                                βλέπεται τοῦ ὄμματος ἐπὶ τοῦ ∠ <lb n="10"/> ὄντος, ὑπὸ δὲ τῆς
                                ὑπὸ ΑΕΒ τὸ αὐτὸ τὸ ΑΒ βλέπεται τοῦ ὄμματος ἐπὶ τοῦ Ε ὄντος. ἄνισον
                                ἄρα τὸ ὁρώμενον φαίνεται ἐπὶ τῆς Ε∠ εὐθείας τοῦ ὄμματος
                                μεθισταμένου. φανερὸν δέ, ὅτι καὶ ἐπὶ τῆς ΕΓ μεθισταμένου τοῦ
                                ὄμματος ἄνισον τὸ ὁρώμενον φαίνεται καὶ <lb n="15"/> μέγιστον μὲν
                                κατὰ τὴν πρὸς τῷ Ε θέσιν, μεῖζον δὲ ἀεὶ κατὰ τὴν ἐγγύτερον αὐτοῦ ἐφ᾿
                                ὁποτερασοῦν τῶν Ε∠, ΕΓ εὐθειῶν, ἴσον δὲ κατὰ τὰ Ζ καὶ ∠
                                καὶ τὰ ὁμοίως αὐτοῖς λαμβανόμενα διὰ τὸ ἐν τῷ αὐτῷ τμήματι εἶναι τὰς
                                γωνίας.</p><lb n="20"/><p>Ἄλλως.</p><p>Ἔστω γὰρ ὁρώμενον τὸ Κ∠, εὐθεῖα δὲ ἡ ΒΓ συμπίπτουσα τῇ Κ∠
                                προσεκβαλλομένῃ. εἰλήφθω τῆς Γ∠ καὶ τῆς ΓΚ μέση ἀνάλογον ἡ ΓΖ,
                                καὶ ἐπεζεύχθω ἡ ΖΚ καὶ ἡ Ζ∠, περὶ δὲ τὴν Κ∠ τμῆμα
                                γεγράφθω, ὃ <note type="footnote">2. ΑΕΒ corr. ex ΑΕΗ Vat. τῶν] om.
                                    m. Γ∠, ∠Β] Γ∠Β m. 3. τῶν] om. m. ΓΑ, ΑΖ] ΓΑΖ
                                    m. 4. ἡ ΒΖ] in ras., seq. ras. 2 litt., V, post ras. 3 litt. v.
                                    5. μεῖζον v. 6. τῶν] om. m. Α∠, ∠Β] Α∠Β Vat.1
                                    m. 7. ἐστιν] εἰσι m, ἐστι Vat. v. 8. μεῖζον v. ἐστί v. 9. τὸ ΑΒ]
                                    om. codd. βλέπεται τὸ ΑΒ m. τοῦ (alt.)] τό m. 10. ὑπὸ δὲ τῆς]
                                    bis V. τὸ αὐτὸ τὸ ΑΒ βλέπεται] om. v. ΑΒ] Α v, Vat.,</note>
                                <pb n="94"/> δέχεται τὴν ὑπὸ τῶν ΚΖ∠. ἐφάψεται δὴ τῆς ΒΓ
                                εὐθείας, ἐπειδήπερ ὡς ἡ ΚΓ πρὸς τὴν ΓΖ, οὕτως ἡ ΓΖ πρὸς τὴν
                                Γ∠. κείσθω δὴ τὸ ὄμμα <lb n="5"/> ἐπὶ τοῦ Β σημείου, καὶ
                                προσεκβεβλήσθωσαν αἱ ∠Β, ΒΚ. ἐπεζεύχθω δὲ ἡ Σ∠. οὐκοῦν
                                ἴση <lb n="10"/> ἡ γωνία τῇ Σ γωνίᾳ· ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσιν.
                                καί ἐστιν ἡ Σ τῆς Β γωνίας μείζων· καὶ ἡ Φ ἄρα γωνία τῆς Β μείζων
                                ἐστίν. τοῦ ἄρα ὄμματος ἐπὶ τοῦ Ζ ὄντος μεῖζον φαίνεται τὸ Κ∠
                                ἤπερ ἐπὶ τοῦ Β.</p></div></div></body></text></TEI>