<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><head>γ΄.</head><p>Ἕκαστον τῶν ὁρωμένων ἔχει τι μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι
                                ὁρᾶται.</p><p>ἔστω γὰρ ὄμμα μὲν τὸ Β, ὁρώμενον δὲ τὸ Γ∠. φημὶ δή, ὅτι τὸ
                                Γ∠ ἔν τινι ἀποστήματι γενόμενον <note type="footnote">3.
                                    γίνοιντο Vat., γίνετο v 8 περιφερομένων m 11 ἔγγειον V, corr. m
                                    1; item lin. 13. 12 ὁρώμενα] corr ex</note>
                                <pb n="6"/> οὐκέτι ὁραθήσεται. γεγενήσθω γὰρ τὸ Γ∠ ἐν τῷ
                                μεταξὺ διαστήματι τῶν ὄψεων, ἐφʼ οὗ τὸ Κ. οὐκοῦν πρὸς τὸ Κ οὐδεμία
                                τῶν ἀπὸ τοῦ Β ὄψεων <lb n="5"/> προσπεσεῖται· πρὸς ὃ δὲ αἰ ὄψεις οὐ
                                προσπίπτουσιν, ἐκεῖνο οὐχ ὁρᾶται. ἕκαστον ἄρα τῶν ὁρωμένων ἔχει τι
                                μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι ὁρᾶται.</p></div><div type="textpart" subtype="chapter" n="4"><lb n="10"/><head>δ΄.</head><p>Τῶν ἴσων διαστημάτων καὶ ἐπὶ τῆς αὐτῆς εὐθείας ὄντων τὰ ἐκ πλείονος
                                διαστήματος ὁρώμενα ἐλάττονα φαίνεται.</p><p>ἔστω ἴσα διαστήματα ἐπὶ μιᾶς εὐθείας τὰ ΑΒ, ΒΓ, <lb n="15"/>
                                Γ∠, καὶ ἀνήχθω πρὸς ὀρθὰς ἡ ΑΕ, ἐφʼ ἧς κείσθω ὄμμα τὸ Ε. λέγω,
                                ὅτι μεῖζον φανήσεται τὸ μὲν ΑΒ τοῦ ΒΓ, τὸ δὲ ΒΓ τοῦ Γ∠.
                                προσπιπτέτωσαν γὰρ ἀκτῖνες αἱ ΕΒ, ΕΓ, Ε∠, καὶ <lb n="20"/>
                                ἤχθω διὰ τοῦ Β σημείου τῇ ΓΕ εὐθείᾳ παράλληλος ἡ ΒΖ. ἴση ἄρα ἐστὶν ἡ
                                ΑΖ τῇ ΖΕ. ἐπεὶ γὰρ τριγώνου τοῦ ΑΕΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΓΕ
                                ἦκται εὐθεῖα ἡ <lb n="25"/> ΒΖ, ἔστιν ἄρα καί, ὡς ἡ ΓΒ πρὸς ΒΑ, ἡ ΕΖ
                                πρὸς ΖΑ. ἴση ἄρα ἐστὶν ἡ ΑΖ, ὡς εἴρηται, τῇ ΖΕ. μείζων δὲ πλευρὰ ἡ
                                ΒΖ τῆς ΖΑ· μείζων ἄρα καὶ τῆς ΖΕ. μείζων ἄρα καὶ γωνία ἡ ὑπὸ ΖΕΒ
                                γωνίας τῆς ὑπὸ ΖΒΕ. καὶ ἡ ὑπὸ ΖΒΕ τῇ ὑπὸ ΒΕΓ ἴση· καὶ ἡ ὑπὸ ΖΕΒ ἄρα
                                    <note type="footnote">3. ἐφʼ] ἀφʼ Vat 6 προσπίπτουσι v. 8.
                                    γενόμενον] cor. ex γενομένου m. 2 V, γενομένου B Vat. v. 14 Ante
                                    ἐπί</note>
                                <pb n="8"/> τῆς ὑπὸ ΓΕΒ γωνίας μείζων ἐστίν. μείζων ἄρα ὀφθήσεται ἡ
                                ΑΒ τῆς ΒΓ. πάλιν ὁμοίως κἂν διὰ τοῦ Γ σημείου τῇ ∠Ε παράλληλος
                                ἀχθῇ, μείζων ὀφθήσεται ἡ ΒΓ τῆς Γ∠.</p></div><div type="textpart" subtype="chapter" n="5"><lb n="5"/><head>ε΄.</head><p>Τὰ ἴσα μεγέθη ἄνισον διεστηκότα ἄνισα φαίνεται, καὶ μεῖζον ἀεὶ τὸ
                                ἔγγιον κείμενον τοῦ ὄμματος. ἔστω δύο ἴσα μεγέθη τὰ ΑΒ, Γ∠,
                                ὄμμα δὲ ἔστω τὸ Ε, ἀφʼ οὗ ἄνισον <lb n="10"/> διεστηκέτω, καὶ ἔστω
                                ἔγγιον τὸ ΑΒ. λέγω, ὅτι μεῖζον φανήσεται τὸ ΑΒ. προσπιπτέτωσαν
                                ἀκτῖνες αἱ ΑΕ, ΕΒ, ΚΓ, Ε∠. ἐπεὶ οὖν τὰ ὑπὸ μειζόνων γωνιῶν
                                ὁρώμενα μείζονα φαίνεται, <lb n="15"/> μείζων δὲ γωνία ἡ ὑπὸ ΑΕΒ τῆς
                                ὑπὸ ΓΕ∠, μείζων ἄρα φανήσεται καὶ ἡ ΑΒ τῆς Γ∠.</p></div><div type="textpart" subtype="chapter" n="6"><head>ς΄.</head><p>Τὰ παράλληλα τῶν διαστημάτων ἐξ ἀποστήματος ὁρώμενα ἀνισοπλατῆ
                                φαίνεται.</p><lb n="20"/><p>ἔστω δύο παράλληλα μεγέθη τὰ ΑΒ. ΓΔ, ὄμμα δὲ ἔστω τὸ Ε. λέγω, ὅτι τὰ
                                ΑΒ, Γ∠ ἀνισοπλατῆ φαίνεται, καὶ μεῖζον ἀεὶ τὸ ἔγγιον διάστημα
                                τοῦ πορρώτερον. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΕΒ, ΕΖ, ΚΘ, Κ∠, ΕΗ,
                                ΕΚ, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι αἱ Β∠, ΖΗ, ΘΚ. <lb n="25"/> ἐπεὶ
                                οὖν μείζων ἐστὶν ἡ ὑπὸ ΒΕ∠ γωνία τῆς ὑπὸ ΖΕΗ γωνίας, μείζων
                                ἄρα καὶ ἡ Β∠ τῆς ΖΗ φαίνεται. <note type="footnote">1. ΓΕΒ]
                                    ΒΕΓ B Vat. v, ΕΓΒ Vat 1 m. 2 κἂν] καί m. 3. ἀχθῇ] in ras. V. 6.
                                    ἄνισον] corr. ex ἀνίσων v 7. ἔγγειον V, corr m 1, ut lin. 10.
                                    ὄματος v. 12. ΑΕ] ΕΑ Β Vat v. 15 ΑΕΒ] τῶν ΑΕΒ B Vat v V, sed
                                    corr. 16 ἄρα] om. m. 22. ἔγγειον V. sed corr. 23. προσπιπτέτω
                                    Bv. E∠] EΚ Bv. 24 EΚ] Ε∠ Bv. 25. ἐστί v.</note>
                                <pb n="10"/> πάλιν ἐπεὶ μείζων ἡ ὑπὸ ΖΕ γωνία τῆς ὑπὸ ΘΕΚ γωνίας,
                                μείζων ἄρα καὶ ἡ ΖΗ τῆς ΘΚ φαίνεται. μεῖζον ἄρα τὸ μὲν Β∠
                                διάστημα τοῦ ΖΗ, τὸ δὲ ΖΗ τοῦ ΘΚ. οὐκέτι οὖν ὀφθήσεται παράλληλα
                                ὄντα τὰ διαστήματα <lb n="5"/> ἐπʼ ἴσης, ἀλλʼ ἀνισοπλατῆ.</p><p>ἐπὶ τῶν ἐν μετεώρῳ κειμένων διαστημάτων καθιέσθω ἀπὸ τοῦ Α σημείου
                                ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετος ἡ ΑΒ, καὶ ἔστωσαν παράλληλοι αἱ
                                ΛΞ ΚΝ, ΘΜ. <lb n="10"/> λέγω, ὅτι καὶ οὕτως ἀνισοπλατῆ φαίνεται τὰ
                                Γ∠, ΕΖ μεγέθη. ἤχθω κάθετος ἀπὸ τοῦ Β ἐπὶ τὴν ΛΞ ἡ ΒΡ. καὶ
                                ἐκβεβλήσθω ἡ ΒΡ ἐπὶ <lb n="15"/> τὸ Ο, καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ
                                ΑΛ, ΑΚ, ΑΘ, ΑΞ, ΑΝ, ΑΜ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΡ, ΑΠ, ΑΟ. ἐπεὶ οὖν ἀπὸ
                                μετεωροτέρου σημείου τοῦ Α ἐπὶ τὴν ΡΞ ἐπέζευκταί <lb n="20"/> τις
                                εὐθεῖα ἡ ΑΡ, ἡ ΑΡ ἄρα ἐπὶ τὴν ΡΞ κάθετός ἐστιν, καὶ ἡ ΑΟ ἐπὶ τὴν ΟΜ,
                                καὶ ἡ ΑΠ ἐπὶ τὴν ΠΝ. ὀρθογώνια ἄρα ἐστὶ τὰ ΑΡΞ ΑΠΝ, ΑΟΜ τρίγωνα.
                                ἐπεὶ οὖν ὀρθογώνιά ἐστι, καί ἐστιν ἡ μὲν ΠΝ τῇ ΡΞ ἴση, ἡ δὲ ΠΑ τῆς
                                ΑΡ μείζων, μείζων ἄρα γωνία ἡ <lb n="25"/> ὑπὸ Ξ ΑΡ τῆς ὑπὸ ΠΑΝ.
                                μεῖζον ἄρα καὶ ὀφθήσεται τὸ ΡΞ τοῦ ΠΝ. ὁμοίως καὶ τὸ ΡΛ τοῦ ΠΚ
                                μεῖζον. ὅλον ἄρα τὸ ΛΞ ὅλου τοῦ ΚΝ ὀφθήσεται μεῖζον. ἀνισοπλατῆ ἄρα
                                καὶ οὕτως ὀφθήσεται τὰ μεγέθη.</p><note type="footnote">3. διάδημα v, sed corr. 6. ζ΄ V Vat. Bm. 9. ΛΞ] ΛΖ
                                v. 10. καί] om. V. 12. κάθετος] im ras. v. 15 τό]</note></div></div></body></text></TEI>