<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><head>γ΄.</head><p>Ἕκαστον τῶν ὁρωμένων ἔχει τι μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι
                                ὁρᾶται.</p><p>ἔστω γὰρ ὄμμα μὲν τὸ Β, ὁρώμενον δὲ τὸ Γ∠. φημὶ δή, ὅτι τὸ
                                Γ∠ ἔν τινι ἀποστήματι γενόμενον <note type="footnote">3.
                                    γίνοιντο Vat., γίνετο v 8 περιφερομένων m 11 ἔγγειον V, corr. m
                                    1; item lin. 13. 12 ὁρώμενα] corr ex</note>
                                <pb n="6"/> οὐκέτι ὁραθήσεται. γεγενήσθω γὰρ τὸ Γ∠ ἐν τῷ
                                μεταξὺ διαστήματι τῶν ὄψεων, ἐφʼ οὗ τὸ Κ. οὐκοῦν πρὸς τὸ Κ οὐδεμία
                                τῶν ἀπὸ τοῦ Β ὄψεων <lb n="5"/> προσπεσεῖται· πρὸς ὃ δὲ αἰ ὄψεις οὐ
                                προσπίπτουσιν, ἐκεῖνο οὐχ ὁρᾶται. ἕκαστον ἄρα τῶν ὁρωμένων ἔχει τι
                                μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι ὁρᾶται.</p></div><div type="textpart" subtype="chapter" n="4"><lb n="10"/><head>δ΄.</head><p>Τῶν ἴσων διαστημάτων καὶ ἐπὶ τῆς αὐτῆς εὐθείας ὄντων τὰ ἐκ πλείονος
                                διαστήματος ὁρώμενα ἐλάττονα φαίνεται.</p><p>ἔστω ἴσα διαστήματα ἐπὶ μιᾶς εὐθείας τὰ ΑΒ, ΒΓ, <lb n="15"/>
                                Γ∠, καὶ ἀνήχθω πρὸς ὀρθὰς ἡ ΑΕ, ἐφʼ ἧς κείσθω ὄμμα τὸ Ε. λέγω,
                                ὅτι μεῖζον φανήσεται τὸ μὲν ΑΒ τοῦ ΒΓ, τὸ δὲ ΒΓ τοῦ Γ∠.
                                προσπιπτέτωσαν γὰρ ἀκτῖνες αἱ ΕΒ, ΕΓ, Ε∠, καὶ <lb n="20"/>
                                ἤχθω διὰ τοῦ Β σημείου τῇ ΓΕ εὐθείᾳ παράλληλος ἡ ΒΖ. ἴση ἄρα ἐστὶν ἡ
                                ΑΖ τῇ ΖΕ. ἐπεὶ γὰρ τριγώνου τοῦ ΑΕΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΓΕ
                                ἦκται εὐθεῖα ἡ <lb n="25"/> ΒΖ, ἔστιν ἄρα καί, ὡς ἡ ΓΒ πρὸς ΒΑ, ἡ ΕΖ
                                πρὸς ΖΑ. ἴση ἄρα ἐστὶν ἡ ΑΖ, ὡς εἴρηται, τῇ ΖΕ. μείζων δὲ πλευρὰ ἡ
                                ΒΖ τῆς ΖΑ· μείζων ἄρα καὶ τῆς ΖΕ. μείζων ἄρα καὶ γωνία ἡ ὑπὸ ΖΕΒ
                                γωνίας τῆς ὑπὸ ΖΒΕ. καὶ ἡ ὑπὸ ΖΒΕ τῇ ὑπὸ ΒΕΓ ἴση· καὶ ἡ ὑπὸ ΖΕΒ ἄρα
                                    <note type="footnote">3. ἐφʼ] ἀφʼ Vat 6 προσπίπτουσι v. 8.
                                    γενόμενον] cor. ex γενομένου m. 2 V, γενομένου B Vat. v. 14 Ante
                                    ἐπί</note>
                                <pb n="8"/> τῆς ὑπὸ ΓΕΒ γωνίας μείζων ἐστίν. μείζων ἄρα ὀφθήσεται ἡ
                                ΑΒ τῆς ΒΓ. πάλιν ὁμοίως κἂν διὰ τοῦ Γ σημείου τῇ ∠Ε παράλληλος
                                ἀχθῇ, μείζων ὀφθήσεται ἡ ΒΓ τῆς Γ∠.</p></div><div type="textpart" subtype="chapter" n="5"><lb n="5"/><head>ε΄.</head><p>Τὰ ἴσα μεγέθη ἄνισον διεστηκότα ἄνισα φαίνεται, καὶ μεῖζον ἀεὶ τὸ
                                ἔγγιον κείμενον τοῦ ὄμματος. ἔστω δύο ἴσα μεγέθη τὰ ΑΒ, Γ∠,
                                ὄμμα δὲ ἔστω τὸ Ε, ἀφʼ οὗ ἄνισον <lb n="10"/> διεστηκέτω, καὶ ἔστω
                                ἔγγιον τὸ ΑΒ. λέγω, ὅτι μεῖζον φανήσεται τὸ ΑΒ. προσπιπτέτωσαν
                                ἀκτῖνες αἱ ΑΕ, ΕΒ, ΚΓ, Ε∠. ἐπεὶ οὖν τὰ ὑπὸ μειζόνων γωνιῶν
                                ὁρώμενα μείζονα φαίνεται, <lb n="15"/> μείζων δὲ γωνία ἡ ὑπὸ ΑΕΒ τῆς
                                ὑπὸ ΓΕ∠, μείζων ἄρα φανήσεται καὶ ἡ ΑΒ τῆς Γ∠.</p></div></div></body></text></TEI>