<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="23"><head>κγ΄.</head><p>Σφαίρας ὁπωσδηποτοῦν ὁρωμένης ὑπὸ ἑνὸς ὄμματος ἔλασσον ἀεὶ
                                ἡμισφαιρίου φαίνεται, αὐτὸ δὲ τὸ ὁρώμενον <lb n="20"/> τῆς σφαίρας
                                μέρος κύκλου περιφέρεια φαίνεται.</p><p>ἔστω σφαῖρα, ἧς κέντρον μὲν τὸ Α, ὄμμα δὲ ἔστω τὸ Β. καὶ ἐπεζεύχθω ἡ
                                ΑΒ, καὶ ἐκβεβλήσθω τὸ διὰ τῆς ΒΑ ἐπίπεδον. ποιήσει οὖν τομὴν·
                                κύκλον. ποιείτω τὸν Γ∠ΘΗ κύκλον, καὶ περὶ διάμετρον τὴν ΑΒ
                                κύκλος <lb n="25"/> γεγράφθω ὁ ΓΒ∠, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι
                                αἱ ΓΒ, Β∠, Α∠, ΑΓ. ἐπεὶ οὖν ἡμικύκλιόν ἐστι τὸ ΑΓΒ, ὀρθὴ
                                γωνία ἐστὶν ἡ ὑπὸ ΑΓΒ· ὁμοίως καὶ ἡ ὑπὸ Β∠Α. <note type="footnote">1. δοκοῦσι v εὐθεῖς] -θεῖς in ras. V, εὐσθεῖς v,
                                    εὐθέσ Vat. 1 m. 4. ἄλλως] κε΄ V Vat. v (B?), ἄλλως τὸ αὐτό Vat.
                                    1m.</note>
                                <pb n="38"/> αἱ ΓΒ, Β∠ ἄρα ἐφάπτονται. ἐπεζεύχθω οὖν ἡ
                                Γ∠, καὶ ἤχθω διὰ τοῦ Α σημείου τῇ Γ∠ παράλληλος ἡ ΗΘ.
                                ὀρθαὶ ἄρα αἱ πρὸς τῷ Κ. ἐὰν <lb n="5"/> δὴ τὸ ΒΓΚ τρίγωνονμενούσης
                                τῆς Α Β περὶ τὴν ὀρθὴν γωνίαν τὴν Κ <lb n="10"/> περιενεχθὲν εἰς τὸ
                                αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, ἡ μὲν Β Γ καθʼ ἓν
                                σημεῖον ἐφάψεται τῆς <lb n="15"/> σφαίρας, ἡ δὲ ΚΓ ποιήσει τὴν τομὴν
                                κύκλον. κύκλου μὲν ἄρα περιφέρεια ὀφθήσεται ἐν τῇ σφαίρᾳ. λέγω δέ,
                                ὅτι καὶ ἔλαττον ἡμισφαιρίου. ἐπεὶ γὰρ ἡμικύκλιόν ἐστι τὸ ΗΘ, τὸ
                                Γ∠ ἔλαττον ἡμικυκλίου ἐστίν. καὶ ὁρᾶται ὑπὸ τῶν ΒΓ Β∠
                                ἀκτίνων τὸ αὐτὸ τῆς σφαίρας <lb n="20"/> μέρος. ἔλαττον ἄρα
                                ἡμισφαιρίου τὸ Γ∠· καὶ ὑπὸ τῶν ἀκτίνων τῶν ΒΓ, Β∠
                                βλέπεται.</p></div><div type="textpart" subtype="chapter" n="24"><head>κδ΄.</head><p>Τοῦ ὄμματος προσιόντος τῇ σφαίρᾳ ἔλαττον ἔσται τὸ ὁρώμενον, δόξει δὲ
                                μεῖζον ὁρᾶσθαι.</p><lb n="25"/><p>ἔστω σφαῖρα, ἧς κέντρον μὲν τὸ Α, ὄμμα δὲ τὸ Β, ἀφʼ οὗ ἐπεζεύχθω
                                εὐθεῖα ἡ ΑΒ. καὶ περιγεγράφθω περὶ τὴν ΑΒ κύκλος ὁ ΓΒ∠, καὶ
                                ἤχθω ἀπὸ τοῦ Α σημείου τῇ ΑΒ εὐθείᾳ πρὸς ὀρθὰς ἐφʼ ἑκάτερα εὐθεῖα
                                    <note type="footnote">1. ΒΔ] corr ex ∠ B οὖν] om. B Vat.
                                    v. 5. ΒΓΚ]| ΒΚΓ B Vat. v. 7. AB] KB m, m. 2 Vat v. 13. φαίρεσθαι
                                    m.</note>
                                <pb n="40"/> ἡ ΕΖ, καὶ ἐκβεβλήσθω τὸ διὰ τῶν EΚ, ΑΒ ἐπίπεδον.
                                ποιήσει οὖν τομὴν κύκλον. ἔστω ὁ ΓΕΖ ∠, καὶ ἐπεζεύχθωσαν αἱ
                                ΓΑ, Αζεύχθωσαν, ζεύχθωσανΒ, ΒΓ, Γζεύχθωσαν. διὰ δὴ τὸ πρὸ αὐτοῦ
                                ὀρθαὶ [μὲν] αἱ πρὸς τοῖς Γ, ∠ σημείοις. ἐφάπτονται <lb n="5"/>
                                ἄρα αἱ ΒΓ, Β∠, αἵτινές εἰσιν ἀκτῖνες, καὶ βλέπεται ὑπὸ τοῦ Β
                                ὄμματος τὸ Γ∠ μέρος τῆς σφαίρας. μετακεκινήσθω δὴ τὸ ὄμμα
                                ἔγγιον τῆς σφαίρας καὶ ἔστω τὸ Θ, ἀφʼ οὗ ἐπεζεύχθω εὐθεῖα ἡ ΘΑ, καὶ
                                [περι] γεγράφθω κύκλος ὁ ΑΛΚ, καὶ ἐπεζεύχθωσαν αἱ ΘΚ, <lb n="10"/>
                                KΑ, ΑΛ, ΑΘ εὐθεῖαι. ὁμοίως δὴ ὑπὸ τοῦ Θ ὄμματος βλέπεται μὲν τὸ Κ Λ
                                μέρος τῆς σφαίρας, ὑπὸ δὲ τοῦ Β ἐβλέπετο τὸ Γ∠. ἔλαττον δὲ τὸ
                                ΚΛ τοῦ Γ∠. προσιόντος ἄρα τοῦ ὄμματος ἔλαττόν ἐστι τὸ
                                ὁρώμενον. δοκεῖ δὲ μεῖζον φαίνεσθαι· μείζων γὰρ ἡ ὑπὸ ΚΘΛ <lb n="15"/> γωνία τῆς ὑπὸ ΓΒ∠ γωνίας.</p></div><div type="textpart" subtype="chapter" n="25"><head>κε΄.</head><p>Σφαίρας διὰ δύο ὀμμάτων ὁρωμένης ἐὰν ἡ διάμετρος τῆς σφαίρας ἴση ᾖ τῇ
                                εὐθείᾳ, ἐφʼ ἣν διεστήκασι τὰ ὄμματα ἀπʼ ἀλλήλων, τὸ ἡμισφαίριον
                                αὐτῆς <lb n="20"/> ὀφθήσεται ὅλον.</p><note type="footnote">2. οὖν] δή B Vat v. ἐπεζεύχθω Bv. 3 ∠Β] ΑΒ
                                m. Γ∠] om. Bv, m. 2 Vat. 5. ἄρα] im ras. V. δέ B Vat. v. εἰσι
                                v. 7. ἔγγιον] corr. ex ἔγγειον V 8 ἐπεζεύχθω εὐθεῖα ἡ Α καί]  supra
                                scr. m. 2 V. περιγεγράφθω ] περι- supra scr. m. 2, supposita
                                lineola, V. 9. Ante κύκλος add. περὶ τὴν Θ Α B Vat. v. κύκλος]
                                κύκλου v, ⨀ B. Α Λ K] ΑΛΘ Κ m, m. 2 V Vat. ἐπεζεύχθω Bv. 10 εὐθεῖα
                                v, comp. B. Θ] supra scr m. 1 V. 11. τοῦ] τῆς B Vat v. 12. ἔβλεπε V
                                m 15. Γ Β∠] ΚΒ∠ m 16 κε ) κη΄ V, κζ΄ Vat. v. 18. ᾖ]
                                supra scr. m. 1 B. ἥν] ἧς B Vat. v.</note><pb n="42"/><p>ἔστω σφαῖρα, ἧς κέντρον τὸ Α, καὶ γεγράφθω ἐν τῇ σφαίρᾳ περὶ κέντρον
                                τὸ Α κύκλος ὁ ΒΓ, καὶ ἤχθω διάμετρος αὐτοῦ ἡ ΒΓ, καὶ ἤχθωσαν ἀπὸ τῶν
                                Β, Γ πρὸς ὀρθὰς αἱ <lb n="5"/> Β∠, ΓΕ, τῇ δὲ ΒΓ παράλληλος
                                ἔστω ἡ ∠Ε, ἐφʼ ἧς κείσθω τὰ ὄμματα τὰ <lb n="10"/> ∠, Ε.
                                λέγω, ὅτι τὸ ἡμισφαίριον ὅλον ὀφθήσεται. ἤχθω διὰ τοῦ Α ἑκατέρᾳ τῶν
                                Β∠, ΓΕ παράλληλος ἡ ΑΖ τὸ ΑΒ∠Ζ ἄρα παραλληλόγραμμόν
                                ἐστιν. ἐὰν δὴ μενούσης τῆς Α περιενεχθὲν εἰς τὸ αὐτὸ πάλιν
                                ἀποκατασταθῇ, ὅθεν <lb n="15"/> ἤρξατο φέρεσθαι τὸ περιενεχθὲν
                                σχῆμα, ἄρξεται μὲν ἀπὸ τοῦ Β, ἐλεύσεται δὲ καὶ ἐπὶ τὸ Γ καὶ τὸ Β,
                                καὶ τὸ περιγραφὲν ὑπὸ τῆς ΑΒ σχῆμα κύκλος ἔσται, ὅς γε διὰ τοῦ
                                κέντρου τῆς σφαίρας ἐστίν. ἡμισφαίριον ἄρα ὀφθήσεται ὑπὸ τῶν
                                ∠, Ε ὀμμάτων.</p></div><div type="textpart" subtype="chapter" n="26"><head>κς΄.</head><p>Ἐὰν τὸ τῶν ὀμμάτων διάστημα μεῖζον ᾖ τῆς ἐν τῇ σφαίρᾳ διαμέτρου,
                                μεῖζον τοῦ ἡμισφαιρίου ὀφθήσεται τῆς σφαίρας.</p><p>ἔστω σφαῖρα, ἧς κέντρον τὸ Α, καὶ περιγεγράφθω <lb n="25"/> περὶ
                                κέντρον τὸ Α κύκλος ὁ ΕΘ∠Η, ὄμματα δὲ τὰ Β, Γ, καὶ ἔστω τὸ
                                διάστημα τὸ μεταξὺ τῶν Β, Γ ὄψεων μεῖζον τῆς ἐν τῇ σφαίρᾳ διαμέτρου,
                                καὶ ἐπεζεύχθω <note type="footnote">1. σφαῖρα] Cα m, ut alibi 3 ΒΓ]
                                    ΒΝ V. Ν v. 5 Β∠] ∠ in ras. V 9 ὄματα v. 13.
                                    παραλληλό-</note>
                                <pb n="44"/> ἡ ΒΓ. λέγω, ὅτι μεῖζον τοῦ ἡμισφαιρίου ὀφθήσεται.
                                προσπιπτέτωσαν ἀκτῖνες αἱ ΒΕ, Γ∠ καὶ προσεκβεβλήσθωσαν ἐπὶ τὰ
                                Ε, ∠ μέρη· συμβάλλουσι δὴ ἀλλήλαις διὰ τὸ ἐλάσσονα εἶναι τὴν
                                διάμετρον τῆς <lb n="5"/> ΒΓ. συμβαλλέτωσαν δὴ κατὰ τὸ Ζ σημεῖον.
                                ἐπεὶ οὖν ἀπό τινος σημείου τῶν ἐκτὸς τοῦ κύκλου πρὸς τὴν περιφέρειαν
                                προσπεπτώκασιν εὐθεῖαι αἱ ΖΕ, Ζ∠, τὸ ∠ΘΕ ἄρα ἔλαττόν
                                ἐστιν ἡμικυκλίου. τὸ ΕΗ∠ ἄρα μεῖζόν ἐστιν ἡμικυκλίου. ἀλλʼ ὑπὸ
                                τῶν Β, Γ τὸ EΗ∠ <lb n="10"/> βλέπεται. μεῖζον ἄρα ἢ τὸ ἥμισυ
                                ὀφθήσεται τοῦ κύκλου ὑπὸ τῶν Β, Γ. τὸ αὐτὸ ἄρα καὶ τῆς σφαίρας
                                ὀφθήσεται.</p></div></div></body></text></TEI>