<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="19"><lb n="15"/><head>ιθ΄.</head><p>Μὴ ὑπάρχοντος ἡλίου τὸ δοθὲν ὕψος γνῶναι, πηλίκον ἐστίν.</p><p>ἔστω τι <del>μεγέθους</del> ὕψος τὸ ΑΒ, ὄμμα δὲ ἔστω τὸ Γ, καὶ δέον
                                ἔστω τὸ ΑΒ γνῶναι, πηλίκον ἐστίν. <lb n="20"/> ὡς μὴ ὑπάρχοντος
                                ἡλίου. κείσθω κάτοπτρον τὸ ∠Ζ, καὶ προσεκβεβλήσθω τῇ Ε∠
                                ἐπʼ εὐθείας ἡ ∠Β, ἄχρις οὗ συμβαλεῖ τῷ πέρατι τοῦ ΑΒ μεγέθους
                                τῷ Β, καὶ προσπιπτέτω ἀκτὶς ἀπὸ τοῦ ὄμματος τοῦ Γ ἡ ΓΗ, καὶ
                                ἀντανακεκλάσθω, ἄχρις οὗ συμβαλεῖ τῷ πέρατι <lb n="25"/> τοῦ ΑΒ
                                μεγέθους τῷ Α, καὶ προσεκβεβλήσθω τῇ ∠Ε ἡ ΕΘ, καὶ ἤχθω ἀπὸ τοῦ
                                Γ ἐπὶ τὴν ΕΘ κάθετος ἡ <note type="footnote">7. Ante κατά add ἀλλά
                                    m, m. 2 V Vat. 8. ἡρμόσθω m. 9. ΑΕ∠] corr. ex ΑΒΓ V. 10.
                                    ∠Ε] ∠Ζ Bv, et Vat, corr. m. 2 12. ∠Ε] ∠Ζ
                                    Bv, et Vat, corr. m. 2. ΕΖ] in ras. V, ΖΕ B Vat. v. 14 Post ΑΒ
                                    add. :~ ἑξῆς V, m. 2 Vat. 15. ιθ΄] κ΄ codd. 17. ἐστί v. Dein
                                    add. ἑξῆς B, sed del.</note>
                                <pb n="30"/> ΓΘ. ἐπεὶ οὖν προσπέπτωκεν ἀκτὶς ἡ ΓΗ καὶ
                                ἀντανακέκλασται ἡ ΗΑ, πρὸς ἴσας γωνίας ἀνακεκλασμέναι εἰσίν, ὡς ἐν
                                τοῖς Κατοπτρικοῖς λέγεται· ἴση ἄρα γωνία ἡ ὑπὸ ΓΗΘ τῇ ὑπὸ ΑΗΒ. ἀλλὰ
                                καὶ ἡ ὑπὸ ΑΒΗ <lb n="5"/> τῇ ὑπὸ ΓΘΗ ἴση· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΗΓΘ
                                λοιπῇ τῇ ὑπὸ ΗΑΒ ἐστιν ἴση. ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΗΒ τρίγωνον τῷ
                                ΓHΘ τριγώνῳ. τῶν δὲ ἰσογωνίων τριγώνων ἀνάλογόν εἰσιν αἱ πλευραί.
                                ἔστιν ἄρα, ὡς ἡ ΓΘ πρὸς τὴν ΘΗ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΗ. ἀλλʼ <lb n="10"/> ὁ τῆς ΓΘ πρὸς τὴν Θ λόγος ἐστὶ γνώριμος· καὶ ὁ τῆς ΒΑ
                                ἄρα πρὸς τὴν ΒΗ λόγος ἐστὶ γνώριμος. ἀλλʼ ἡ ΗΒ ἐστι γνώριμος. καὶ ἡ
                                ΑΒ ἄρα ἐστὶ γνώριμος.</p></div><div type="textpart" subtype="chapter" n="20"><head>κ΄.</head><p>Τὸ δοθὲν βάθος γνῶναι, πηλίκον ἐστίν.</p><lb n="15"/><p>ἔστω τὸ δοθὲν βάθος τὸ Α∠, ὄμμα δὲ ἔστω τὸ Ε, καὶ δέον τὸ βάθος
                                γνῶναι, πηλίκον ἐστίν. προσπιπτέτω γὰρ τῇ ὄψει ἡλίου ἀκτὶς ἡ
                                Ε∠ συμβάλλουσα τῷ ἐπιπέδῳ κατὰ τὸ Β σημεῖον <lb n="20"/> καὶ
                                τῷ βάθει κατὰ τὸ ∠. καὶ προσεκβεβλήσθω ἀπὸ τοῦ Β ἐπʼ εὐθείας ἡ
                                ΒΖ, καὶ ἤχθω ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΒΖ εὐθεῖαν κάθετος <lb n="25"/> ἡ ΕΖ.
                                ἐπεὶ οὖν ἴση γωνία ἡ ὑπὸ ΕΖΒ τῇ ὑπὸ ΒΑ∠, ἀλλὰ καὶ ἡ ὑπὸ
                                ΑΒ∠ τῇ ὑπὸ ΕΒΖ, καὶ ἡ τρίτη ἄρα ἡ ὑπὸ ΒΕΖ τῇ ὑπὸ Α∠Β
                                ἐστιν ἴση. ἰσογώνιον ἄρα ἐστὶ τὸ Α∠Β τρίγωνον τῷ ΒΕΖ τριγώνῳ.
                                καὶ αἰ <note type="footnote">1. ἀνακέκλασται Bv Vat., sed corr.;
                                    ἀντανακέκλαται m. 4. ΓΗΘ] in ras. m. 5 λοιπή] λοιπόν Bv. λοιπῇ]
                                    λοιποί v,</note>
                                <pb n="32"/> πλευραὶ ἄρα ἀνάλογον ἔσονται. ἔστιν ἄρα, ὡς ἡ ΕΖ πρὸς
                                τὴν ΖΒ, ἡ ∠Α πρὸς τὴν ΑΒ. ἀλλʼ ὁ τῆς ΕΖ πρὸς τὴν ΖΒ λόγος ἐστὶ
                                γνώριμος· καὶ ὁ τῆς ∠Α ἄρα πρὸς τὴν ΑΒ λόγος ἐστὶ γνώριμος.
                                καί ἐστι καὶ <lb n="5"/> τὸ ΑΒ γνώριμον. καὶ τὸ Α∠ ἄρα
                                γνώριμόν ἐστιν.</p></div><div type="textpart" subtype="chapter" n="21"><head>κα΄.</head><p>Τὸ δοθὲν μῆκος ἐπιγνῶναι, πηλίκον ἐστίν. ἔστω τὸ δοθὲν μῆκος τὸ ΑΒ,
                                ὄμμα δὲ ἔστω τὸ Γ. καὶ δέον ἔστω τὸ ΑΒ μῆκος γνῶναι, πηλίκον ἐστίν
                                    <lb n="10"/> προσπιπτέτωσαν ἀκτῖνες αἱ ΓΑ, ΓΒ, καὶ εἰλήφθω ἐγγὺς
                                τοῦ ὄμματος τοῦ Γ ἐπὶ τῆς ἀκτῖνος τυχὸν σημεῖον τὸ ∠, καὶ ἤχθω
                                διὰ τοῦ ∠ σημείου τῇ <lb n="15"/> ΑΒ παράλληλος εὐθεῖα ἡ
                                ∠Ε. ἐπεὶ οὖν τριγώνου τοῦ ΑΒΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΒΑ
                                ἦκται ἡ ∠Ε, ἔστιν ἄρα, ὡς ἡ Γ∠ πρὸς τὴν ∠Ε, οὕτως
                                ἡ πρὸς τὴν ΑΒ. ἀλλʼ ὁ τῆς Γ∠ πρὸς τὴν ∠Ε λόγος <lb n="20"/> ἐστὶ γνώριμος· καὶ ὁ τῆς ΑΓ ἄρα πρὸς τὴν ΑΒ λόγος
                                γνώριμός ἐστιν. καὶ γνώριμός ἐστιν ἡ ΑΓ. γνώριμος ἄρα καὶ ἡ ΑΒ.</p></div><div type="textpart" subtype="chapter" n="22"><head>κβ΄.</head><p>Ἐὰν ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἐν τὸ ὄμμα, κύκλου <lb n="25"/> περιφέρεια
                                τεθῇ, ἡ τοῦ κύκλου περιφέρεια εὐθεῖα γραμμὴ φαίνεται.</p><p>ἔστω κύκλου περιφέρεια ἡ ΒΓ ἐν τῷ αὐτῷ ἐπιπέδῳ κειμένη τῷ ὄμματι τῷ
                                Α, ἀφʼ οὗ προσπιπτέτωσαν <note type="footnote">1. Ante ἔστιν del.
                                    comp. ἄρα B. 4. καί (alt.)] om B Vat. v. 5. ἐστι Vat. 6. κα΄]
                                    κβ΄ codd. 9. καί ] om. v</note>
                                <pb n="34"/> ἀκτῖνες αἱ ΑΒ, Α∠, ΑΕ, ΑΖ, ΑΗ, ΑΘ, ΑΓ. λέγω, ὅτι
                                ἡ ΒΓ περιφέρεια εὐθεῖα φαίνεται. κείσθω τῆς περιφερείας τὸ κέντρον
                                καὶ ἔστω τὸ Κ, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι αἱ <lb n="5"/> ΚΒ, Κ∠,
                                ΚΕ, ΚΖ, ΚΗ, ΚΘ, ΚΓ. ἐπεὶ οὖν ἡ ΚΒ ὑπὸ τῆς ὑπὸ ΚΑΒ γωνίας <lb n="10"/> βλέπεται, ἡ δὲ Κ∠ ὑπὸ τῆς ὑπὸ ΚΑ∠, μείζων ἄρα
                                φανήσεται ἡ μὲν ΚΒ τῆς Κ∠, ἡ δὲ Κ∠ τῆς ΚΕ, ἡ δὲ ΚΕ τῆς
                                ΚΖ, καὶ ἐκ τοῦ ἑτέρου μέρους <lb n="15"/> ἡ μὲν ΚΓ τῆς ΚΘ, ἡ δὲ Κ
                                τῆς ΚΗ, ἡ δὲ ΚΗ τῆς Κ μείζων φανήσεται. διὰ τοῦτο δὴ τῆς μενούσης
                                εὐθείας τῆς ΚΑ κάθετος ἡ ΒΓ ἀεί ἐστιν. τὰ δʼ αὐτὰ συμβήσεται καὶ ἐπὶ
                                τῆς κοίλης περιφερείας.</p><p>Ἄλλως.</p><lb n="20"/><p>Δυνατὸν δὲ καὶ ἐπʼ αὐτῶν τῶν ὄψεων ταῦτα λέγειν, ὅτι ἐλαχίστη μὲν ἡ
                                μεταξὺ τοῦ Α ὄμματος καὶ τῆς διαμέτρου, ἀεὶ δὲ ἡ ἔγγιον αὐτῆς
                                ἐλάττων τῆς ἀπώτερον. ταὐτὰ δὲ συμβαίνει καὶ [ἐὰν] καθέτου ἐπʼ αὐτὴν
                                οὔσης τῆς Α Ζ. διὰ τοῦτο φαντασίαν εὐθείας <lb n="25"/> ἀποστέλλει ἡ
                                περιφέρεια, καὶ μάλιστα εἰ ἀπὸ πλείονος φαίνοιτο διαστήματος ὥστε μὴ
                                συναισθάνεσθαι ἡμᾶς τῆς κυρτότητος. διὰ τοῦτο καὶ οἱ μὴ πάνυ
                                ἀποτεταμένοι κάλοι ἐκ πλαγίου μὲν ὁρώμενοι ἐγχάλασμα ἔχειν <note type="footnote">2. ΒΓ] ΓΒ Va. 5. KB]  BK m. 6. ΚΖ] ΚΓ Bv. 8. ΚΒ]
                                    ΒΚ v. 9 ὑπό] supra scr. m. 2 V. ΚΑB] ΚΒ</note>
                                <pb n="36"/> δοκοῦσιν, ὑποκάτωθεν δʼ εὐθεῖς εἶναι, καὶ αἱ σκιαὶ δὲ
                                τῶν κρίκων ἐν τῷ αὐτῷ ἐπιπέδῳ κειμένων τῷ φωτίζοντι εὐθεῖαι
                                γίνονται.</p><p>Ἄλλως.</p><lb n="5"/><p>Ἐὰν ἐν τῷ αὐτῷ ἐπιπέδῳ τῷ ὄμματι κύκλου περιφέρεια τεθῇ, εὐθεῖα
                                γραμμὴ ἡ τοῦ κύκλου περιφέρεια φαίνεται.</p><p>ἔστω κύκλου περιφέρεια ἡ ΒΓ, ὄμμα δὲ <lb n="10"/> ἔστω τὸ ∠ ἐν
                                τῷ αὐτῷ ἐπιπέδῳ ὄν τῇ ΒΓ περιφερείᾳ, ἀφʼ οὗ προσπιπτέτωσαν ὄψεις αἱ
                                ∠Β, ∠Ζ, ∠Γ. οὐκοῦν, ἐπειδὴ τῶν ὁρωμένων οὐδὲν ὅλον
                                ἅμα ὁρᾶται, εὐθεῖα ἄρα <lb n="15"/> ἐστὶν ἡ ΒΖ. ὁμοίως δὴ καὶ ἡ ΖΓ.
                                ὅλη ἄρα ἡ ΒΓ περιφέρεια εὐθεῖα δόξει.</p></div></div></body></text></TEI>