<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><head>ια΄.</head><p>Τῶν ἄνω τοῦ ὄμματος κειμένων ἐπιπέδων τὰ πόρρω ταπεινότερα
                                φαίνεται.</p><p>ἔστω ὄμμα τὸ Α ταπεινότερον κείμενον τοῦ ΒΓ <lb n="20"/> ἐπιπέδου,
                                καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΒΑ, Α∠, ΑΕ, ΑΓ, ὧν ἡ ΑΒ κάθετος
                                ἔστω ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ ΓΕ τοῦ Ε∠
                                ταπεινότερον φαίνεται. <lb n="25"/> διὰ δὴ τὸ προεκτεθὲν θεώρημα
                                ταπεινοτέρα ἡ μὲν ΑΓ ἀκτὶς τῆς ΑΕ, ἡ δὲ ΑΕ, τῆς Α∠, ἡ δὲ
                                Α∠ τῆς ΑΒ. ἀλλὰ διὰ μὲν τῶν ΓΑ, ΑΕ τὸ ΓΕ βλέπεται, διὰ δὲ τῶν
                                ΕΑ, Α∠ τὸ Ε∠, διὰ δὲ τῶν ∠Α, ΑΒ <note type="footnote">5. τοῦτο v. 10. ΑΓ, Α∠] corr ex ΑΓ ( in
                                    ras. ) V, Γ∠ Bv, Vat, sed corr. m. 2; supra scr. ἀκτίνων
                                    m. 2 Vat.</note>
                                <pb n="20"/> τὸ ∠B φαίνεται. τὸ ΓΕ ἄρα τοῦ Ε∠
                                ταπεινότερον φαίνεται, τὸ δὲ Ε∠ τοῦ ∠Β.</p></div><div type="textpart" subtype="chapter" n="12"><head>ιβ΄.</head><p>Τῶν εἰς τοὔμπροσθεν μῆκος ἐχόντων τὰ μὲν ἐν τοῖς <lb n="5"/> δεξιοῖς
                                εἰς τὰ ἀριστερὰ δοκεῖ παρῆχθαι, τὰ δὲ ἐν τοῖς ἀριστεροῖς εἰς τὰ
                                δεξιά.</p><p>ἔστω δύο ὁρώμενα μεγέθη τὰ ΑΒ, Γ∠, ὄμμα δὲ ἔστω τὸ Ε, ἀφʼ οὗ
                                προσπιπτέτωσαν ἀκτῖνες αἱ ΕΘ, ΕΚ, ΕΑ, ΕΖ, ΕΗ, ΕΓ. λέγω, <lb n="10"/>
                                ὅτι αἱ μὲν ΕΖ, ΕΗ, ΚΓ δοκοῦσιν εἰς τὰ ἀριστερὰ μετῆχθαι, αἱ δὲ ΕΘ,
                                ΕΚ, ΕΑ εἰς τὰ δεξιά. ἐπεὶ γὰρ ἡ ΕΖ τῆς ΕΗ ἐστι δεξιωτέρα, ἡ δὲ ΕΗ
                                τῆς <lb n="15"/> ΕΓ, ἐντεῦθεν ἄρα ἡ ΕΓ τῆς ΕΗ δοκεῖ εἰς τὰ ἀριστερὰ
                                μετῆχθαι, ἡ δὲ ΗΕ τῆς ΕΖ. ὁμοίως καὶ αἱ ΕΚ, ΚΑ, ΕΘ δοκοῦσιν εἰς τὰ
                                δεξιὰ μετῆχθαι.</p></div><div type="textpart" subtype="chapter" n="13"><head><lb n="20"/> ιγ΄.</head><p>Τῶν ἴσων μεγεθῶν καὶ ὑπὸ τὸ αὐτὸ ὄμμα κειμένων τὰ πόρρω μετεωρότερα
                                φαίνεται.</p><p>ἔστω ἴσα μεγέθη τὰ ΑΒ, Γ∠, ΕΖ, ὄμμα δὲ ἔστω τὸ Η μετεωρότερον
                                κείμενον τῶν μεγεθῶν, καὶ προσπιπτέτωσαν <lb n="25"/> ἀκτῖνες αἱ ΗΑ,
                                ΗΓ, ΗΕ. λέγω, ὅτι τὸ ΑΒ τοῦ Γ∠ μετεωρότερον φαίνεται, τὸ δὲ ΓΔ
                                τοῦ ΕΖ. ἐπεὶ γὰρ ἡ ΗΑ τῆς ΗΓ ἐστι μετεωροτέρα, ἡ δὲ ΗΓ τῆς ΗΕ, καὶ
                                ἐν ᾧ εἰσιν αἱ ΗΑ, ΗΓ ΗΕ, ἐν τούτῳ <note type="footnote">2. ∠Β]
                                    ∠Ε Vm. 3. ιβʹ] ιγʹ codd 4. τὸ ἔμπροσθεν Bv. 7—8. ἔστω δὲ
                                    ὄμμα B Vat. v. 8. ἀκτῖνες] e corr. Vat.</note>
                                <pb n="22"/> ἐστὶ καὶ τὰ Α, Γ. Ε σημεῖα, ἐν ᾧ δὲ τὰ Α, Γ, Ε, ἐν
                                τούτῳ καὶ τὰ ΑΒ, Γ∠, ΕΖ μεγέθη, τὸ ΑΒ ἄρα τοῦ Γ∠
                                μετεωρότερον φαίνεται, τὸ δὲ Γ∠ τοῦ ΕΖ.</p></div><div type="textpart" subtype="chapter" n="14"><head>ιδ΄.</head><lb n="5"/><p>Τῶν ἴσων μεγεθῶν καὶ ἀνωτέρω τοῦ ὄμματος κειμένων τὰ πόρρω
                                ταπεινότερα φαίνεται.</p><p>ἔστω ἴσα μεγέθη τὰ ΑΒ, Γ∠, ΕΖ μετεωρότερα κείμενα τοῦ ὄμματος
                                τοῦ Η. λέγω, ὅτι τὸ ΑΒ τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ
                                Γ∠ <lb n="10"/> τοῦ ΕΖ. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΗΒ,
                                Η∠, ΗΖ. ἐπεὶ οὖν ἡ ΗΒ ἀκτὶς τῆς Η∠ ἐστι ταπεινοτέρα, ἡ
                                δὲ Η∠ τῆς ΗΖ, ἀλλʼ ἐν ᾧ εἰσιν αἱ ΗΒ, Η∠ ΗΖ, ἐν τούτῳ
                                ἐστὶ <lb n="15"/> καὶ τὰ Β, ∠, Ζ σημεῖα, ἐν ᾧ δὲ τὰ Β,
                                ∠, Ζ, ἐν τούτῳ καὶ τὰ ΑΒ, Γ∠, ΕΖ μεγέθη, τὸ μὲν ΑΒ ἄρα
                                τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ Γ∠ τοῦ ΕΖ
                                    <del>ταπεινότερόν ἐστιν</del>.</p></div></div></body></text></TEI>