<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg007.1st1K-grc1"><div type="textpart" subtype="section" n="50"><head>ν΄.</head><p>Ἐὰν δύο εὐθεῖαι πρὸς ἀλλήλας λόγον ἔχωσι δεδο-
<lb n="20"/> μένον, καὶ τὰ ἀπʼ αὐτῶν εὐθύγραμμα ὅμοια καὶ ὁμοίως
ἀναγεγραμμένα πρὸς ἄλληλα λόγον ἕξει δεδομένον.</p><p>δύο γὰρ εὐθεῖαι αἱ AΒ, ΓΔ πρὸς ἀλλήλας λόγον
ἐχέτωσαν δεδομένον, καὶ ἀναγεγράφθω ἀπὸ τῶν ΑΒ,
ΓΔ ὅμοια καὶ ὁμοίως κείμενα εὐθύγραμμα τὰ Ε, Ζ·
<note type="footnote">2. ἔτυχε b. τῷ εἴδει] om. b. 5 ΑΖ] ΑΒ v. ἕκαστον]
ἑκάτερον b. 6. τρῖγωνον b. 8. ΕΖΓ, EΖΑ] ΑΕΖ, ΕΓΖ b.</note>
<note type="footnote">9. ἐστί] om b. 10. πρὸς τὸ ΖEΑ] om. Vat., supra add.
πρὸς τὸ ΕΖΑ m. 2. 11. πρός] καί v, add. πρός m. 2. τό]
om. b. 12. ΑΖ] ΑΒ ΑΖ b. 13. ΓΕΑΖ] ΑΓΕ, ΔΖ b.</note>
<note type="footnote">πρός] καί (comp.) Vat., mut. in πρός m. 2. 14. ΓΕΒΖΑ]
ΓΕΑΒΖ ἄρα b. ΖΒΑ] ΒΖΑ Vat., ΖΒΔ v, ΖΑΒ b. 20.
τὰ ὅμοια b. τε καί Vat. v. 24. τε καί v.</note>

<pb n="92"/>
λέγω, ὅτι καὶ ὁ πρὸς ἄλληλα αὐτῶν λόγος ἔσται
δοθείς.</p><p>εἰλήφθω γὰρ τῶν ΑΒ, ΓΔ τρίτη ἀνάλογον ἡ Η·
ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, ἡ ΓΔ πρὸς τὴν Η·
<lb n="5"/> λόγος δὲ ὁ τῆς ΑΒ πρὸς ΓΔ δοθείς· λόγος ἄρα καὶ
τῆς ΓΔ πρὸς τὴν Η δοθείς· ὥστε καὶ τῆς ΑΒ πρὸς
τὴν Η λόγος ἐστὶ δοθείς. ὡς δὲ ἡ ΑΒ πρὸς τὴν Η.
οὕτως τὸ Ε πἐρὸς τὸ Ζ· λόγος ἄρα τοῦ Ε πρὸς τὸ Ζ
δοθείς.</p></div><div type="textpart" subtype="section" n="51"><lb n="10"/><head>να΄.</head><p>Ἐὰν δύο εὐθεῖαι πρὸς ἀλλήλας λόγον ἔχωσι δεδο-
μένον καὶ ἀπʼ αὐτῶν εὐθύγραμμα, ἂ ἔτυχεν, ἀναγραφῇ
δεδομένα τῷ εἴδει, λόγον ἕξει πρὸς ἄλληλα δεδομένον.</p><p>δύο γὰρ εὐθεῖαι αἱ ΑΒ, ΓΔ πρὸς ἀλλήλας λόγον
<lb n="15"/> ἐχέτωσαν δεδομένον, καὶ ἀναγεγράφθω ἀπὸ τῶν ΑΒ,
ΓΔ εὐθύγραμμα, ἅ ἔτυχεν, δεδομένα τῷ εἴδει τὰ Ε, Ζ·
λέγω, ὅτι τοῦ Ε πρὸς τὸ Ζ λόγος ἐστὶ δοθείς.</p><p>ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τῷ Ζ ὅμοιον καὶ
ὁμοίως κείμενον τὸ ΑΗΒ. δέδοται δὲ τὸ Ζ τῷ εἴδει·
<lb n="20"/> δέδοται ἄρα καὶ τὸ ΑΗΒ τῷ εἴδει. ἀλλὰ μὴν καὶ
τὸ Ε δέδοται τῷ εἴδει καὶ ἀναγέγραπται ἀπὸ τῆς αὐτῆς
εὐθείας τῆς ΑΒ· λόγος ἄρα τοῦ Ε πρὸς τὸ ΑΗΒ
δοθείς. καὶ ἐπεὶ λόγος ἐστὶ τῆς ΑΒ πρὸς τὴν ΓΔ
<note type="footnote">1. καί — 2. δοθείς] λόγος ἐστὶ τοῦ BΕ πρὸς τὸν ΖΔ δο-
θείς b. 1. ἔσται] comp. Vat. 3. τῶν] corr. ex τό m. 2
Vat τρίτη] bis b. 4. οὕτως ἡ ΓΔ b. τήν (alt.)] om. b.</note>
<note type="footnote">5. ὁ] om. b. τὴν ΓΔ v. 6. ὁ τῆς ΓΔ P. 8. λόγος
— Ζ] om. b. καὶ τοῦ v. 12. τὰ ἀπʼ β (non b). ἄ] ὡς
Vat, item lin. 16. 15. ἀπό] ὑπό b. 16. ἔτυχε b. τά]
corr. ex τώ m. 2 Vat. 17. ὅτι λόγος ἐστὶ τοῦ Ε πρὸς τὸ Ζ
δοθείς b. 18. τῷ] corr. ex τό m. 2 v. 19. εὐθύγραμμον
τὸ ΑΗB Vat. v. AΗΒ] ΑΗ b, item lin. 20, 22. 20. καί(pr)]
supra m. 2 v.</note>

<pb n="94"/>
δοθείς, καὶ ἀναγέγραπται ἀπὸ τῶν ΑΒ, ΓΔ ὅμοια
καὶ ὁμοίως κείμενα εὐθύγραμμα τὰ ΑΗΒ, Ζ, λόγος
ἄρα τοῦ ΑΗΒ πρὸς τὸ Ζ δοθείς· τοῦ δὲ ΑΗΒ πρὸς
τὸ Ε λόγος ἐστὶ δοθείς· καὶ τοῦ Ε ἄρα πρὸς τὸ
<lb n="5"/> λόγος ἐστὶ δοθείς.</p></div><div type="textpart" subtype="section" n="52"><head>νβ΄.</head><p>Ἐὰν ἀπὸ δεδομένης εὐθείας τῷ μεγέθει δεδομένον
τῷ εἴδει εἶδος ἀναγραφῇ, δέδοται τὸ ἀναγραφὲν τῷ
μεγέθει.</p><lb n="10"/><p>ἀπὸ γὰρ δεδομένης εὐθείας τῷ μεγέθει τῆς ΑΒ
δεδομένον τῷ εἴδει εἶδος ἀναγεγράφθω τὸ ΑΓΔΕΒ·
λέγω, ὅτι τὸ ΑΓΔΕΒ δέδοται τῷ μεγέθει.</p><p>ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΖ·
δέδοται ἄρα τὸ ΑΖ τῷ εἴδει καὶ τῷ μεγέθει. καὶ ἐπεὶ
<lb n="15"/> ἀπὸ τῆς αὐτῆς εὐθείας τῆς ΑΒ δύο εὐθύγραμμα ἀνα-
γέγραπται δεδομένα τῷ εἴδει τὰ ΑΓΔΕΒ, ΑΖ, λόγος
ἄρα τοῦ ΑΓΔΕΒ πρὸς τὸ ΑΖ δοθείς· δέδοται δὲ
τὸ ΑΖ τῷ μεγέθει· δέδοται ἄρα καὶ τὸ ΑΓΔΕΒ τῷ
μεγέθει.</p></div><div type="textpart" subtype="section" n="53"><lb n="20"/><head>νγ΄.</head><p>Ἐἁν δύο εἴδη τῷ εἴδει δεδομένα ᾖ καὶ μία πλευρὰ
τοῦ ἑνὸς πρὸς μίαν πλευρὰν τοῦ ἑτέρου λόγον ἔχῃ
δεδομένον, καὶ αἱ λοιπαὶ πλευραὶ πρὸς τὰς λοιπὰς
πλευρὰς λόγον ἕξουσι δεδομένον.</p><note type="footnote">2. εὐθύγραμμα] om Vat. v. τά] τώ Vat. ΑΗΒ] corr.
ex ΑBΒ m 2 Vat., ΑΒΕ b. 3. ΑΗB (utrumque)] ΑΗ b.</note><note type="footnote">4. Ε (alt.)] om. b. 8. εἶδος ἀναγραφῇ τῷ εἴδει b. 11.
τῷ] τό P Vat. v. εἶδος τῷ εἴδει b. 12. Post Α add. K v, sed
ras. del. ΑΓΔΕΒ] B om. b. 13. γάρ] om. b. 14. τό] corr.
ex τῶ m. 1 v. 15. δεδομένα τῷ εἴδει ἀναγέγραπται b. 16.
τῶ εἴδει] om. Vat. 17. δέδοται — 18. μεγέθει] om. P Vat. v
Hardy. 17. δέδοται] δοθέν Gregorius et Peyrardus. δέ]</note><pb n="96"/><p>ἔστω δύο εἴδη τῷ εἴδει δεδομένα τὰ ΑΔ, ΕΘ, καὶ
λόγος τῆς ΒΔ πρὸς τὴν ΖΘ δοθείς· λέγω, ὅτι καὶ
τῶν λοιπῶν πελευρῶν πρὸς
<figure place="inline"><graphic url="https://archive.org/stream/euclidisoperaomn06eucluoft#page/96/mode/2up"/></figure>
τὰς λοιπὰς πλευρὰς λόγος
<lb n="5"/> ἐστὶ δοθείς.</p><p>ἐπεὶ γὰρ λόγος ἐστὶ
τῆς ΔΒ πρὸς τὴν ΖΘ
δοθείς, τῆς δὲ ΔΒ πρὸς
τὴν ΒΑ λόγος ἐστὶ δοθείς,
<lb n="10"/> καὶ τῆς ΑΒ ἄρα πρὸς
τὴν ΖΘ λόγος ἐστὶ δοθείς. τῆς δὲ ΖΘ πρὸς ΕΖ λόγος
ἐστὶ δοθείς· καὶ τῆς ΑΒ ἄρα πρὸς τὴν ΕΖ λόγος
ἐστὶ δοθείς. διὰ τὰ αὐτὰ δὴ καὶ τῶν λοιπῶν πλευρῶν
πρὸς τὰς λοιπὰς λόγος ἐστὶ δοθείς.</p></div><div type="textpart" subtype="section" n="54"><head>νδ΄.</head><p>Ἐὰν δύο εἴδη δεδομένα τῷ εἴδει πρὸς ἄλληλα λόγον
ἔχῃ δεδομένον, καὶ αἱ πλευραὶ αὐτῶν πρὸς ἀλλήλας
λόγον ἕξουσι δεδομένον.</p><p>δύο γὰρ εἴδη δεδομένα τῷ εἴδει τὰ Α, Β πρὸς
<lb n="20"/> ἄλληλα λόγον ἐχέτω δεδομένον· λέγω, ὅτι καὶ αἱ πλευράὶ
αὐτῶν πρὸς ἀλλήλας λόγον ἕξουσι δεδομένον.</p><p>τὸ γὰρ Α τῷ Β ἤτοι ὅμοιόν ἐστιν ἢ οὔ. ἔστω
πρότερον ὅμοιον, καὶ εἰλήφθω τῶν ΓΔ, ΕΖ τρίτη ἀνά-
λογον ἡ Η. ἔστιν ἄρα ὡς ἡ ΓΔ πρὸς τὴν Η, οὕτως
<lb n="25"/> τὸ Α πρὸς τὸ Β. λόγος δὲ τοῦ Α πρὸς τὸ Β δοθείς·
λόγος ἄρα καὶ τῆς ΓΔ πρὸς τὴν δοθείς. καί εἰσιν
<note type="footnote">1. εἴδη] corr. ex εἴδει m. 2 Vat. δεδομένα τῷ εἴδει b.</note>
<note type="footnote">καί) om Vat , add. m 2. 2. ΖΘ] ΖΔ v. 7. ΖΘ]
BΑ b. 8. τῆς δέ — 9. δοθείς] om. b. 10. καί — 11. δοθείς]
om. v. 11. ΖΘ (pr.)] ΕΖ b. τῆς δὲ ΖΘ – 12. ἐστὶ δοθείς]
om. b 14. πρός] in ras. m. 2 v. λοιπὰς πλευράς b.</note>

<pb n="98"/>
αἱ ΓΔ, ΕΖ, Η ἀνάλογον· καὶ τῆς ΓΔ ἄρα πρὸς τὴν
ΕΖ λόγος ἐστὶ δοθείς. καί ἐστιν ὅμοιον τὸ Α τῷ Β·
καὶ αἱ λοιπαὶ ἄρα πλευραὶ πρὸς τὰς λοιπὰς πλευρὰς
λόγον ἕξουσι δεδομένον.</p><lb n="5"/><p>μὴ ἔστω δὴ ὅμοιον τὸ Α τῷ Β, καὶ ἀναγεγράφθω
ἀπὸ τῆς ΕΖ τῷ Α ὅμοιον καὶ ὁμοίως κείμενον τὸ ΕΘ·
δέδοται ἄρα καὶ τὸ ΕΘ τῷ εἴδει· δέδοται δὲ καὶ τὸ Β·
λόγος ἄρα τοῦ Β πρὸς τὸ ΕΘ δοθείς· τοῦ δὲ Β πρὸς
τὸ Α λόγος ἐστὶ δοθείς· καὶ τοῦ Α ἄρα πρὸς τὸ ΕΘ
<lb n="10"/> λόγος ἐστὶ δοθείς. καὶ ὅμοιον τὸ Α τῷ ΕΘ· λόγος
ἄρα τῆς ΓΔ πρὸς τὴν ΕΖ δοθείς. διὰ τὰ αὐτὰ δὴ
καὶ τῶν λοιπῶν πλευρῶν πρὸς τὰς λοιπὰς πλευρὰς
λόγος ἐστὶ δοθείς.</p></div></div></body></text></TEI>