<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg007.1st1K-grc1"><div type="textpart" subtype="section" n="35"><lb n="15"/><head>λε΄.</head><p>Ἐὰν ἀπὸ δεδομένου σημείου ἐπὶ θέσει δεδομένην
εὐθεῖαν εὐθεῖα γραμμὴ ἀχθῇ καὶ τμηθῇ εἰς δεδομένον
λόγον, διὰ δὲ τῆς τομῆς παρὰ τὴν θέσει δεδομένην
εὐθεῖαν εὐθεῖα γραμμὴ ἀχθῇ, δέδοται ἡ ἀχθεῖσα τῇ
<lb n="20"/> θέσει.</p><p>ἀπὸ γὰρ δεδομένου σημείου τοῦ Α ἐπὶ θέσει δεδο-
μένην εὐθεῖαν τὴν ΓΒ εὐθεῖα γραμμὴ ἤχθω ἡ ΑΔ
καὶ τετμήσθω εἰς δεδομένον λόγον τὸν τῆς ΔΕ πρὸς
ΕΑ, καὶ ἤχθω διὰ τοῦ Ε τῃ ΒΓ παράλληλος ἡ ΖΕΗ.
<lb n="25"/> λέγω, ὅτι θέσει ἐστὶν ἡ ΖEΗ.</p><note type="footnote">1. δεδομένας] bis b (non a). 5. εὐθεῖα κάθετος b. 6.
ἐπεί] ἐπεὶ οὖν b. ἐπί — 8. ΕΘ] om. b. 8. ποιοῦσαν b.</note><note type="footnote">EΘH] EΘΔ b. 10. τῶν] τό Vat. Κ, Θ σημείων a. 11.
E] ΔΕ a 12. EΚ, ΚΘ] ΘΚ, ΚΕ a. Post λόγος add.
ἐστίν a. τήν] a; τό PVat v, sed corr. m. 2 Vat. 13.
καί ἐστιν ὡς] ὡς δέ a. 14. Seq. demonstr. altera, u. app.</note><pb n="60"/><p>ἤχθω γὰρ ἀπὸ τοῦ Α ἐπὶ τὴν ΒΓ κάθετος ἡ ΑΘ.
ἐπεὶ ἀπὸ δεδομένου σημείου τοῦ Α ἐπὶ θέσει δεδομένην
εὐθεῖαν τὴν ΒΓ εὐθεῖα γραμμὴ ἦκται ἡ ΑΘ δεδομένην
ποιοῦσα γωνίαν τὴν ὑπὸ τῶν ΑΘΔ, θέσει ἄρα ἐστὶν
 <lb n="5"/> ἡ ΑΘ. θέσει δὲ καὶ ἡ ΒΓ· δοθὲν ἄρα τὸ Θ σημεῖον.
ἔστι δὲ καὶ τὸ Α δοθέν. δοθεῖσα ἄρα ἐστὶν ἡ ΑΘ.
καὶ ἐπεὶ λόγος τῆς ΔΕ πρὸς τὴν ΕΑ δοθείς, ὡς δὲ
ἡ ΔΕ πρὸς τὴν ΕΑ, οὕτως ἡ ΘΚ πρὸς τὴν ΚΑ,
λόγος ἄρα καὶ ὁ τῆς ΘΚ πρὸς τὴν ΚΑ δοθείς. συν-
<lb n="10"/> θέντι ἄρα λόγος ἐστὶ τῆς ΘΑ πρὸς ΑΚ δοθείς. δο-
θεῖσα δὲ ἡ ΘΑ· δοθεῖσα ἄρα καὶ ἡ ΑΚ. ἀλλὰ καὶ
τῇ θέσει. καί ἐστι τὸ Α δοθέν· δοθὲν ἄρα καὶ τὸ Κ.
ἐπεὶ οὖν διὰ δεδομένου σημείου τοῦ Κ παρὰ θέσει
δεδομένην εὐθεῖαν τὴν ΒΓ εὐθεῖα γραμμὴ ἦκται ἡ ΖΗ,
<lb n="15"/> θέσει ἄρα ἐστὶν ἡ ΖΗ.</p></div><div type="textpart" subtype="section" n="36"><head>λς΄.</head><p>Ἐὰν ἀπὸ δεδομένου σημείου ἐπὶ θέσει δεδομένην
εὐθεῖαν εὐθεῖα γραμμὴ ἀχθῇ καὶ προστεθῇ τις αὐτῇ
εὐθεῖα λόγον ἔχουσα πρὸς αὐτὴν δεδομένον, διὰ δὲ
<lb n="20"/> τοῦ πέρατος τῆς προστεθείσης παρὰ τὴν τῇ θέσει
δεδομένην εὐθεῖαν εὐθεῖα γραμμὴ ἀχθῇ, δέδοται ἡ
ἀχθεῖσα τῇ θέσει.</p><p>ἀπὸ γὰρ δεδομένου σημείου τοῦ Α ἐπὶ θέσει δεδο-
μένην εὐθεῖαν τὴν ΒΓ εὐθεῖα γραμμὴ ἤχθω ἡ ΑΔ,
<lb n="25"/> καὶ προσκείσθω τῇ ΑΔ ἡ ΑΕ λόγον ἔχουσα πρὸς τὴν
<note type="footnote">2. ἐπεί] ἐπί a. ἀπό] om. a. 4. ΑΘΔ] Δ add. m. 2
Vat. 6. δοθέν] δο- supra m. 1 v. 7. καί] om. Vat, add.
m. 2. τήν] om. a. δοθείς — 8. ΕΑ] P in mg. m. 1, sed
alio atramento 8. Post ΚΑ add. Pv: δοθεὶς δὲ ὁ τῆς
ΔΕ πρὸς τὴν ΕΑ λόγος, et dein supra scr. δοθείς m. 1 P. 10.
Ante τῆς supra add. καί (comp) m. 2 v. 11. ἄρα] δέ a.</note>
 
<pb n="62"/>
ΑΔ δεδομένον, διὰ δὲ τοῦ E τῇ ΒΓ παράλληλος ἤχθω
ἡ ΖΚ. λέγω, ὅτι θέσει ἐστὶν ἡ ΖΚ.</p><p>ἤχθω γὰρ ἀπὸ τοῦ Α ἐπὶ τὴν ΒΓ κάθετος ἡ ΑΘ
καὶ διήχθω ἐπὶ τὸ Η. ἐπεὶ ἀπὸ δεδομένου σημείου
<lb n="5"/> τοῦ Α ἐπὶ θέσει δεδομένην εὐθεῖαν τὴν ΒΓ εὐθεῖα
γραμμὴ ἦκται ἡ ΑΘ δεδομένην ποιοῦσα γωνίαν τὴν
ὑπὸ ΑΘΓ, θέσει ἄρα ἐστὶν ἡ ΘΑΗ. θέσει δὲ καὶ
ἡ ΒΓ· δοθὲν ἄρα ἐστὶ τὸ Θ σημεῖον. ἔστι δὲ καὶ
τὸ Α δοθέν· δοθεῖσα ἄρα ἐστὶν ἡ ΑΘ. καὶ ἐπεὶ λόγος
<lb n="10"/> ἐστὶ τῆς ΔΑ πρὸς τὴν ΑΕ δοθείς, ὡς δὲ ἡ ΔΑ πρὸς
τὴν ΑΕ, οὕτως ἡ ΘΑ πρὸς τὴν ΑΗ, λόγος ἄρα καὶ
τῆς ΘΑ πρὸς τὴν ΑΗ δοθείς. δοθεῖσα δὲ ἡ ΘΑ·
δοθεῖσα ἄρα καὶ ἡ ΑΗ. ἀλλὰ καὶ τῇ θέσει. καί ἐστι
δοθὲν τὸ Α· δοθὲν ἄρα καὶ τὸ H. ἐπεὶ οὖν διὰ
<lb n="15"/> δεδομένου σημείου τοῦ H παρὰ θέσει δεδομένην εὐ-
θεῖαν τὴν ΒΓ εὐθεῖα γραμμὴ ἦκται ἡ ΖΗΚ, θέσει
ἄρα ἐστὶν ἡ ΖΗΚ.</p></div><div type="textpart" subtype="section" n="37"><head>λζ΄.</head><p>Ἐὰν εἰς παραλλήλους τῇ θέσει δεδομένας εὐθείας
<lb n="20"/> εὐθεῖα γραμμὴ ἀχθῇ καὶ τμηθῇ εἰς δεδομένον λόγον,
διὰ δὲ τῆς τομῆς παρὰ τὰς τῇ θέσει δεδομένας εὐθείας
εὐθεῖα γραμμὴ ἀχθῇ, δέδοται ἡ ἀχθεῖσα τῇ θέσει.</p><p>εἰς γὰρ παραλλήλους τῇ θέσει δεδομένας εὐθείας
τὰς ΑΒ, ΓΔ εὐθεῖα γραμμὴ ἤχθω ἡ ΕΖ καὶ τετμήσθω
<lb n="25"/> εἰς δεδομένον λόγον τὸν τῆς ΖΗ πρὸς τὴν ΗE, καὶ
διήχθω διὰ τοῦ Η ὁποτέρᾳ τῶν ΑΒ, ΓΔ παράλληλος
ἡ ΘΚ. λέγω, ὅτι θέσει ἐστὶν ἡ ΘΚ.</p><note type="footnote">1. ΑΔ] AE a. 7. ἄρα ἐστὶν ἡ ΘΑΗ] ἡ ΑΗ a. 8. ἔστι
— 9. ΑΘ] om. a. 9. ΑΘ] ΑΔ Vat 15. Post Η add. παρὰ
δεδομένου σημείου τοῦ Η a. 17. ΖΗΚ] ΖΗ a. 18 λζʹ]
λη´ β. 25. καί] om. Vat, ins. m. 2. 26. Η] Η ἡ Vat.
παράλληλος] comp Vat., παράλληλ- in ras. m. 2 v.</note><pb n="64"/><p>εἰλήφθω γὰρ ἐπὶ τῆς ΑΒ δοθὲν σημεῖον τὸ Λ,
καὶ κατήχθω ἀπὸ τοῦ Λ ἐπὶ τὴν ΓΔ κάθετος ἡ ΛΝ.
ἐπεὶ ἀπὸ δεδομένου σημείου τοῦ Λ ἐπὶ θέσει δεδο-
μένην εὐθεῖαν τὴν ΓΔ εὐθεῖα γραμμὴ ἦκται ἡ ΛΝ.
<lb n="5"/> δεδομένην ποιοῦσα γωνίαν τὴν ὑπὸ τῶν ΛΝΔ, θέσει
ἄρα ἐστὶν ἡ ΛΝ. θέσει δὲ καὶ ἡ ΓΔ· δοθὲν ἄρα
τὸ Ν σημεῖον. ἔστι δὲ καὶ τὸ Λ δοθέν· δοθεῖσα ἄρα
ἐστὶν ἡ ΛΝ. καὶ ἐπεὶ λόγος ἐστὶ τῆς ΖΗ πρὸς τὴν
ΗΕ δοθείς, ὡς δὲ ἡ ΖΗ πρὸς τὴν ΗΕ, οὕτως ἡ ΝΜ
<lb n="10"/> πρὸς τὴν ΜΛ, λόγος ἄρα καὶ τῆς ΝΜ πρὸς τὴν ΜΛ
δοθείς· ὥστε καὶ τῆς ΝΛ πρὸς τὴν ΜΛ ἐστι δοθεὶς
λόγος. δοθεῖσα δὲ ἡ ΝΛ. δοθεῖσα ἄρα καὶ ἡ ΛΜ.
ἀλλὰ καὶ τῇ θέσει. καί ἐστι δοθὲν τὸ Λ· δοθὲν ἄρα
καὶ τὸ Μ. ἐπεὶ οὖν διὰ δεδομένου σημείου τοῦ Μ
<lb n="15"/> παρὰ θέσει δεδομένην εὐθεῖαν τὴν ΓΔ εὐθεῖα γραμμὴ
ἦκται ἡ ΘΚ, θέσει ἄρα ἐστὶν ἡ ΘΚ.</p></div><div type="textpart" subtype="section" n="38"><head>λη΄.</head><p>Ἐὰν εἰς παραλλήλους τῇ θέσει δεδομένας εὐθείας
εὐθεῖα γραμμὴ ἀχθῇ καὶ προστεθῇ τις αὐτῇ εὐθεῖα
<lb n="20"/> λόγον ἔχουσα πρὸς αὐτὴν δεδομένον, διὰ δὲ τοῦ πέρα-
τος παρὰ τὰς τῇ θέσει δεδομένας παράλληλος εὐθεῖα
γραμμὴ ἀχθῇ, δέδοται ἡ ἀχθεῖσα τῇ θέσει.</p><p>εἰς γὰρ παραλλήλους τῇ θέσει δεδομένας εὐθείας
τὰς ΑΒ, ΓΔ εὐθεῖα γραμμὴ ἤχθω ἡ ΕΖ, καὶ προσ-
<note type="footnote">2. κατήχθω] διήχθω a. Λ] Α a. 5. τῶν] τήν Vat.,
del. m. 2. 7. δοθεῖσα] θέσει a. 8. τήν] τῇ a. 9. Η Ε(pr.)]
Η supra scr. m. 1 v. ΝΜ] ΜΝ a. 10. ΝΜ] ΜΝ va. 11.
ΜΛ] ΛΜ a. λόγος ἐστὶ δοθείς a. 13. ἀλλά] om. a. 17 ληʼ]
λθ´ β. 18. εὐθείας τῇ θέσει δεδομένας β (non a). 20. Post
πέρατος cum editoribus desidero τῆς προστεθείσης. 21. παρ-
άλληλος] εὐθείας β. 22. ἄχθει v, corr. m. 2. ἀχθεῖσα] in
hoc uocabulo incipit b; titulus est: εὐκλείδου δεδομένα τῆς θέω-
νος ἐκδόσεως, mg. λείπει ἡ ἀρχή.</note>
 
<pb n="66"/>
κείσθω τις αὐτῇ εὐθεῖα ἡ ΕΗ λόγον ἔχουσα πρὸς
τὴν ΕΖ δεδομένον, διὰ δὲ τοῦ H ὁποτέρᾳ τῶν ΑΒ, ΓΔ
εὐθειῶν παράλληλος εὐθεῖα γραμμὴ ἤχθω ἡ ΘΚ. λέγω,
ὅτι θέσει ἐστὶν ἡ ΘΚ.</p><lb n="5"/><p>εἰλήφθω γὰρ ἐπὶ τῆς ΑΒ δοθὲν σημεῖον τὸ Ν,
καὶ ἤχθω ἀπὸ τοῦ Ν ἐπὶ τὴν ΓΔ κάθετος εὐθεῖα
γραμμὴ ἡ ΝΜ καὶ διήχθω ἐπὶ τὸ Λ. ἐπεὶ ἀπὸ δεδο-
μένου σημείου τοῦ Ν ἐπὶ θέσει δεδομένην εὐθεῖαν
τὴν ΓΔ εὐθεῖα γραμμὴ ἦκται ἡ ΝΜ δεδομένην ποι-
<lb n="10"/> οῦσα γωνίαν τὴν ὑπὸ ΝΜΔ, θέσει ἄρα ἐστὶν ἡ ΛΝΜ.
θέσει δὲ καὶ ἡ ΓΔ. δοθὲν ἄρα ἐστὶ τὸ Ν σημεῖον.
ἔστι δὲ καὶ τὸ Ν δοθέν. δοθεῖσα ἄρα ἐστὶν ἡ ΝΜ.
καὶ ἐπεὶ λόγος ἐστὶ τῆς ΖΕ πρὸς τὴν ΕΗ δοθείς, ὡς
δὲ ἡ ΖΕ πρὸς τὴν ΗΕ, οὕτως ἡ ΝΜ πρὸς τὴν ΝΛ,
<lb n="15"/> λόγος ἄρα καὶ τῆς ΜΛ πρὸς τὴν ΝΛ δοθείς. δοθεῖσα
δὲ ἡ ΝΜ· δοθεῖσα ἄρα καὶ ἡ ΝΛ. ἀλλὰ καὶ τῇ θέσει.
καί ἐστι τὸ Λ δοθέν· δοθὲν ἄρα καὶ τὸ Λ. ἐπεὶ οὖν
διὰ δεδομένου σημείου τοῦ Λ παρὰ θέσει δεδομένην
εὐθεῖαν τὴν ΑΒ εὐθεῖα γραμμὴ ἦκται ἡ ΘΚ, θέσει
<lb n="20"/> ἄρα ἐστὶν ἡ ΘΚ.</p></div><div type="textpart" subtype="section" n="39"><head>λθ΄.</head><p>Ἐὰν τριγώνου ἑκάστη τῶν πλευρῶν δεδομένη ῇ τῷ
μεγέθει, δέδοται τὸ τρίγωνον τῷ εἴδει.</p><p>τριγώνου γὰρ τοῦ ΑΒΓ ἑκάστη τῶν πλευρῶν
<lb n="25"/> δεδομένη ἔστω τῷ μεγέθει· λέγω, ὅτι τὸ ΑΒΓ τρί-
γωνον δέδοται τῷ εἴδει.</p><note type="footnote">2. τήν] αὐτὴν τήν b. 3 εὐθειῶν] om. b. παράλληλος]
b, om. rell 5. Ν] Μ b, item lin. 8, 17. 7. ΝΜ] ΜΝ b,
item lin. 9, 12, 16. 10. ΝΜΔ] ΜΔ v, ΜΝB b et dein
add. δοθεῖσα ἄρα ἐστὶ ἡ ΜN. ΛΝΜ] ΛΜΝ Pv, ΛΜ
Vat., ΜΝ b. 12. δοθεῖσα] Hardy; θέσει Pvb, ἐπεί Vat.;
Parisin 2472 θέσει del. et in mg. scr. m. rec.; ῾δοθένʼ ut puto.</note><pb n="68"/><p>ἐκκείσθω γὰρ εὐθεῖα τῇ θέσει δεδομένη ἡ ΔΜ,
πεπερατωμένη μὲν κατὰ τὸ Δ, ἄπειρος δὲ κατὰ τὸ
λοιπόν, καὶ κείσθω τῇ μὲν ΑΒ ἴση ἡ ΔΕ· δοθεῖσα
δὲ ἡ ΑΒ· δοθεῖσα ἄρα καὶ ἡ ΔΕ·
<figure place="margin"><graphic url="https://archive.org/stream/euclidisoperaomn06eucluoft#page/68/mode/2up"/></figure>
 <lb n="5"/> ἀλλὰ καὶ τῇ θέσει· καί ἐστι δοθὲν τὸ 
Δ· δοθὲν ἄρα καὶ τὸ Ε·  τῇ δὲ ΒΓ
ἴση ἡ EΖ· δοθεῖσα δὲ ἡ ΒΓ· δο-
θεῖσα ἄρα καὶ ἡ EΖ· ἀλλὰ καὶ τῇ
θέσει· καί ἐστι δοθὲν τὸ E· δοθὲν
 <lb n="10"/> ἄρα καὶ τὸ Ζ· τῃ δὲ ΑΓ ἴση ἡ ΖΗ. δοθεῖσα δὲ ἡ ΑΓ·
δοθεῖσα ἄρα καὶ ἡ ΖΗ. ἀλλὰ καὶ τῇ θέσει. καί ἐστι
δοθὲν τὸ Ζ· δοθὲν ἄρα καὶ τὸ Η. καὶ κέντρῳ μὲν
τῷ Ε, διαστήματι δὲ τῷ ΕΔ κύκλος γεγράφθω ὁ ΔΚΘ·
θέσει ἄρα ἐστὶν ὁ ΔΚΘ. πάλιν κέντρῳ μὲν τῷ Ζ,
 <lb n="15"/> διαστήματι δὲ τῷ ΖΗ κύκλος γεγράφθω ὁ ΗΚΛ·
θέσει ἄρα ἐστὶν ὁ ΗΚΛ· θέσει δὲ καὶ ὁ ΔΘΚ κύκλος·
δοθὲν ἄρα ἐστὶ καὶ τὸ Κ σημεῖον. ἔστι δὲ καὶ ἑκά-
τερον τῶν Ε, Ζ δοθέν· δοθεῖσα ἄρα ἐστὶν ἑκάστη τῶν
ΚΕ, EΖ, ΖΚ τῇ θέσει καὶ τῷ μεγέθει· δέδοται ἄρα
<lb n="20"/> τὸ ΚΕΖ τρίγωνον τῷ εἴδει. καί ἐστιν ἴσον τε καὶ
ὅμοιον τῷ ΑΒΓ· δέδοται ἄρα τὸ ΑΒΓ τρίγωνον τῷ
εἴδει.</p><note type="footnote">In figg. codd. PVat. est ΑΒ ═ ΑΓ, EΔ = ZΗ; litt. Μ
om. PVat. v; pro Δ hab. Α b.</note><note type="footnote">1. δεδομένη τῇ θέσει εὐθεῖα b. δεδομένη] om. Pv. ΔΜ]
ΔΗ et supra H scr. M m. 1 b. 5. Post δοθέν add δέ
(comp) b. 10. τῃ] ἡ b. ἡ(pr.)] τῃ b. 13. EΔ] ΔE b.</note><note type="footnote">14. θέσει —ΔΚΘ] om: b. πάλιν] καὶ πάλιν b. 15 ZH]
EΔ v, supra scr. m. 1 ZH. 17. καί (pr.)] om. b ἔστι]
καί ἐστι v. 18. ἑκάστη] ἐκατέρα b. 20. τό] καὶ τό v. 21.
τῷ (pr.0] αὐτῷ τὸ b.</note></div></div></body></text></TEI>