<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1799.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="type" n="prop"><div type="textpart" subtype="number" n="4"><p>λόγων δοθέντων ὁποσωνοῦν ἐν ἐλαχίστοις ἀριθμοῖς 
ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους ἐν τοῖς δοθεῖσι 
λόγοις. </p><p>ἔστωσαν οἱ δοθέντες λόγοι ἐν ἐλαχίστοις ἀριθμοῖς ὅ τε 
<lb rend="displayNum" n="5"/>τοῦ <num>Α</num> πρὸς τὸν <num>Β</num> καὶ ὁ τοῦ <num>Γ</num> πρὸς τὸν <num>Δ</num> καὶ ἔτι ὁ τοῦ 
Ε πρὸς τὸν <num>Ζ</num>· δεῖ δὴ ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον 
ἐλαχίστους ἔν τε τῷ τοῦ <num>Α</num> πρὸς τὸν <num>Β</num> λόγῳ καὶ ἐν τῷ 
τοῦ <num>Γ</num> πρὸς τὸν <num>Δ</num> καὶ ἔτι ἐν τῷ τοῦ <num>Ε</num> πρὸς τὸν <num>Ζ</num>. </p><p>εἰλήφθω γὰρ ὁ ὑπὸ τῶν <num>Β</num>, <num>Γ</num> ἐλάχιστος μετρούμενος 
<lb rend="displayNum" n="10"/>ἀριθμὸς ὁ <num>Η</num>. καὶ ὁσάκις μὲν ὁ <num>Β</num> τὸν <num>Η</num> μετρεῖ, τοσαυτάκις 
καὶ ὁ <num>Α</num> τὸν <num>Θ</num> μετρείτω, ὁσάκις δὲ ὁ <num>Γ</num> τὸν <num>Η</num> μετρεῖ, 
τοσαυτάκις καὶ ὁ <num>Δ</num> τὸν <num>Κ</num> μετρείτω. ὁ δὲ <num>Ε</num> τὸν <num>Κ</num> ἤτοι 
μετρεῖ ἢ οὐ μετρεῖ. μετρείτω πρότερον. καὶ ὁσάκις ὁ <num>Ε</num> 
τὸν <num>Κ</num> μετρεῖ, τοσαυτάκις καὶ ὁ <num>Ζ</num> τὸν <num>Λ</num> μετρείτω. καὶ 
<lb rend="displayNum" n="15"/>ἐπεὶ ἰσάκις ὁ <num>Α</num> τὸν <num>Θ</num> μετρεῖ καὶ ὁ <num>Β</num> τὸν <num>Η</num>, ἔστιν ἄρα 
ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως ὁ <num>Θ</num> πρὸς τὸν <num>Η</num>. διὰ τὰ αὐτὰ 
δὴ καὶ ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, οὕτως ὁ <num>Η</num> πρὸς τὸν <num>Κ</num>, καὶ ἔτι 
ὡς ὁ <num>Ε</num> πρὸς τὸν <num>Ζ</num>, οὕτως ὁ <num>Κ</num> πρὸς τὸν <num>Λ</num>· οἱ <num>Θ</num>, <num>Η</num>, <num>Κ</num>, <num>Λ</num>  
ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἔν τε τῷ τοῦ <num>Α</num> πρὸς τὸν <num>Β</num> καὶ 
<lb rend="displayNum" n="20"/>ἐν τῷ τοῦ <num>Γ</num> πρὸς τὸν <num>Δ</num> καὶ ἔτι ἐν τῷ τοῦ <num>Ε</num> πρὸς τὸν <num>Ζ</num> 
λόγῳ. λέγω δή, ὅτι καὶ ἐλάχιστοι. εἰ γὰρ μή εἰσιν οἱ <num>Θ</num>,<figure/> 
Η, <num>Κ</num>, <num>Λ</num> ἑξῆς ἀνάλογον ἐλάχιστοι ἔν τε τοῖς τοῦ <num>Α</num> πρὸς 
τὸν <num>Β</num> καὶ τοῦ <num>Γ</num> πρὸς τὸν <num>Δ</num> καὶ ἐν τῷ τοῦ <num>Ε</num> πρὸς τὸν 
Ζ λόγοις, ἔστωσαν οἱ <num>Ν</num>, <num>Ξ</num>, <num>Μ</num>, <num>Ο</num>. καὶ ἐπεί ἐστιν ὡς ὁ <num>Α</num>
<lb rend="displayNum" n="25"/>πρὸς τὸν <num>Β</num>, οὕτως ὁ <num>Ν</num> πρὸς τὸν <num>Ξ</num>, οἱ δὲ <num>Α</num>, <num>Β</num> ἐλάχιστοι, 
οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας 
ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα, 
τουτέστιν ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος 
τὸν ἑπόμενον, ὁ <num>Β</num> ἄρα τὸν <num>Ξ</num> μετρεῖ. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ 
<lb rend="displayNum" n="30"/>Γ τὸν <num>Ξ</num> μετρεῖ· οἱ <num>Β</num>, <num>Γ</num> ἄρα τὸν <num>Ξ</num> μετροῦσιν· καὶ ὁ 
ἐλάχιστος ἄρα ὑπὸ τῶν <num>Β</num>, <num>Γ</num> μετρούμενος τὸν <num>Ξ</num> μετρήσει. 
ἐλάχιστος δὲ ὑπὸ τῶν <num>Β</num>, <num>Γ</num> μετρεῖται ὁ <num>Η</num>· ὁ <num>Η</num> ἄρα τὸν <num>Ξ</num>  
μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ 
ἄρα ἔσονταί τινες τῶν <num>Θ</num>, <num>Η</num>, <num>Κ</num>, <num>Λ</num> ἐλάσσονες ἀριθμοὶ ἑξῆς 
<lb rend="displayNum" n="35"/>ἔν τε τῷ τοῦ <num>Α</num> πρὸς τὸν <num>Β</num> καὶ τῷ τοῦ <num>Γ</num> πρὸς τὸν <num>Δ</num> καὶ 
ἔτι τῷ τοῦ <num>Ε</num> πρὸς τὸν <num>Ζ</num> λόγῳ. </p><p>μὴ μετρείτω δὴ ὁ <num>Ε</num> τὸν <num>Κ</num>. καὶ εἰλήφθω ὑπὸ τῶν <num>Ε</num>, <num>Κ</num> 
ἐλάχιστος μετρούμενος ἀριθμὸς ὁ <num>Μ</num>. καὶ ὁσάκις μὲν ὁ <num>Κ</num> 
τὸν <num>Μ</num> μετρεῖ, τοσαυτάκις καὶ ἑκάτερος τῶν <num>Θ</num>, <num>Η</num> ἑκάτερον<figure/>
<lb rend="displayNum" n="40"/>τῶν <num>Ν</num>, <num>Ξ</num> μετρείτω, ὁσάκις δὲ ὁ <num>Ε</num> τὸν <num>Μ</num> μετρεῖ, τοσαυτάκις 
καὶ ὁ <num>Ζ</num> τὸν <num>Ο</num> μετρείτω. ἐπεὶ ἰσάκις ὁ <num>Θ</num> τὸν <num>Ν</num> 
μετρεῖ καὶ ὁ <num>Η</num> τὸν <num>Ξ</num>, ἔστιν ἄρα ὡς ὁ <num>Θ</num> πρὸς τὸν <num>Η</num>, οὕτως 
ὁ <num>Ν</num> πρὸς τὸν <num>Ξ</num>. ὡς δὲ ὁ <num>Θ</num> πρὸς τὸν <num>Η</num>, οὕτως ὁ <num>Α</num> πρὸς 
τὸν <num>Β</num>· καὶ ὡς ἄρα ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως ὁ <num>Ν</num> πρὸς τὸν 
<lb rend="displayNum" n="45"/>ξ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, οὕτως ὁ <num>Ξ</num> 
πρὸς τὸν <num>Μ</num>. πάλιν, ἐπεὶ ἰσάκις ὁ <num>Ε</num> τὸν <num>Μ</num> μετρεῖ καὶ ὁ <num>Ζ</num> 
τὸν <num>Ο</num>, ἔστιν ἄρα ὡς ὁ <num>Ε</num> πρὸς τὸν <num>Ζ</num>, οὕτως ὁ <num>Μ</num> πρὸς 
τὸν <num>Ο</num>· οἱ <num>Ν</num>, <num>Ξ</num>, <num>Μ</num>, <num>Ο</num> ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἐν τοῖς τοῦ 
τε <num>Α</num> πρὸς τὸν <num>Β</num> καὶ τοῦ <num>Γ</num> πρὸς τὸν <num>Δ</num> καὶ ἔτι τοῦ <num>Ε</num>
<lb rend="displayNum" n="50"/>πρὸς τὸν <num>Ζ</num> λόγοις. λέγω δή, ὅτι καὶ ἐλάχιστοι ἐν τοῖς <num>ΑΒ</num>, 
<num>ΓΔ</num>, <num>ΕΖ</num> λόγοις. εἰ γὰρ μή, ἔσονταί τινες τῶν <num>Ν</num>, <num>Ξ</num>, <num>Μ</num>, <num>Ο</num> 
ἐλάσσονες ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐν τοῖς <num>ΑΒ</num>, <num>ΓΔ</num>, <num>ΕΖ</num> 
λόγοις. ἔστωσαν οἱ <num>Π</num>, <num>Ρ</num>, <num>Σ</num>, <num>Τ</num>. καὶ ἐπεί ἐστιν ὡς ὁ <num>Π</num> πρὸς 
τὸν <num>Ρ</num>, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οἱ δὲ <num>Α</num>, <num>Β</num> ἐλάχιστοι, οἱ δὲ 
<lb rend="displayNum" n="55"/>ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς 
ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν 
ἑπόμενον, ὁ <num>Β</num> ἄρα τὸν <num>Ρ</num> μετρεῖ. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ <num>Γ</num> 
τὸν <num>Ρ</num> μετρεῖ· οἱ <num>Β</num>, <num>Γ</num> ἄρα τὸν <num>Ρ</num> μετροῦσιν. καὶ ὁ ἐλάχιστος 
ἄρα ὑπὸ τῶν <num>Β</num>, <num>Γ</num> μετρούμενος τὸν <num>Ρ</num> μετρήσει. ἐλάχιστος 
<lb rend="displayNum" n="60"/>δὲ ὑπὸ τῶν <num>Β</num>, <num>Γ</num> μετρούμενός ἐστιν ὁ <num>Η</num>· ὁ <num>Η</num> ἄρα τὸν <num>Ρ</num> 
μετρεῖ. καί ἐστιν ὡς ὁ <num>Η</num> πρὸς τὸν <num>Ρ</num>, οὕτως ὁ <num>Κ</num> πρὸς τὸν 
Σ· καὶ ὁ <num>Κ</num> ἄρα τὸν <num>Σ</num> μετρεῖ. μετρεῖ δὲ καὶ ὁ <num>Ε</num> τὸν <num>Σ</num>· 
οἱ <num>Ε</num>, <num>Κ</num> ἄρα τὸν <num>Σ</num> μετροῦσιν. καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ 
τῶν <num>Ε</num>, <num>Κ</num> μετρούμενος τὸν <num>Σ</num> μετρήσει. ἐλάχιστος δὲ ὑπὸ 
<lb rend="displayNum" n="65"/>τῶν <num>Ε</num>, <num>Κ</num> μετρούμενός ἐστιν ὁ <num>Μ</num>· ὁ <num>Μ</num> ἄρα τὸν <num>Σ</num> μετρεῖ 
ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα 
ἔσονταί τινες τῶν <num>Ν</num>, <num>Ξ</num>, <num>Μ</num>, <num>Ο</num> ἐλάσσονες ἀριθμοὶ ἑξῆς 
ἀνάλογον ἔν τε τοῖς τοῦ <num>Α</num> πρὸς τὸν <num>Β</num> καὶ τοῦ <num>Γ</num> πρὸς 
τὸν <num>Δ</num> καὶ ἔτι τοῦ <num>Ε</num> πρὸς τὸν <num>Ζ</num> λόγοις· οἱ <num>Ν</num>, <num>Ξ</num>, <num>Μ</num>, <num>Ο</num>
<lb rend="displayNum" n="70"/>ἄρα ἑξῆς ἀνάλογον ἐλάχιστοί εἰσιν ἐν τοῖς <num>ΑΒ</num>, <num>ΓΔ</num>, <num>ΕΖ</num> 
λόγοις· ὅπερ ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="5"><p>οἱ ἐπίπεδοι ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχουσι τὸν 
συγκείμενον ἐκ τῶν πλευρῶν. </p><p>ἔστωσαν ἐπίπεδοι ἀριθμοὶ οἱ <num>Α</num>, <num>Β</num>, καὶ τοῦ μὲν <num>Α</num> 
πλευραὶ ἔστωσαν οἱ <num>Γ</num>, <num>Δ</num> ἀριθμοί, τοῦ δὲ <num>Β</num> οἱ <num>Ε</num>, <num>Ζ</num>· λέγω, 
<lb rend="displayNum" n="5"/>
<figure/>ὅτι ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num> λόγον ἔχει 
τὸν συγκείμενον ἐκ τῶν πλευρῶν. </p><p>λόγων γὰρ δοθέντων τοῦ τε 
ὃν ἔχει ὁ <num>Γ</num> πρὸς τὸν <num>Ε</num> καὶ 
<lb rend="displayNum" n="10"/>ὁ <num>Δ</num> πρὸς τὸν <num>Ζ</num> εἰλήφθωσαν 
ἀριθμοὶ ἑξῆς ἐλάχιστοι ἐν τοῖς 
<num>ΓΕ</num>, <num>ΔΖ</num> λόγοις, οἱ <num>Η</num>, <num>Θ</num>, <num>Κ</num>, 
ὥστε εἶναι ὡς μὲν τὸν <num>Γ</num> πρὸς 
τὸν <num>Ε</num>, οὕτως τὸν <num>Η</num> πρὸς τὸν 
<lb rend="displayNum" n="15"/>θ, ὡς δὲ τὸν <num>Δ</num> πρὸς τὸν <num>Ζ</num>, οὕτως τὸν <num>Θ</num> πρὸς τὸν <num>Κ</num>. 
καὶ ὁ <num>Δ</num> τὸν <num>Ε</num> πολλαπλασιάσας τὸν <num>Λ</num> ποιείτω. </p><p>καὶ ἐπεὶ ὁ <num>Δ</num> τὸν μὲν <num>Γ</num> πολλαπλασιάσας τὸν <num>Α</num> πεποίηκεν, 
τὸν δὲ <num>Ε</num> πολλαπλασιάσας τὸν <num>Λ</num> πεποίηκεν, ἔστιν 
ἄρα ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Ε</num>, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Λ</num>. ὡς 
<lb rend="displayNum" n="20"/>δὲ ὁ <num>Γ</num> πρὸς τὸν <num>Ε</num>, οὕτως ὁ <num>Η</num> πρὸς τὸν <num>Θ</num>· καὶ ὡς  
ἄρα ὁ <num>Η</num> πρὸς τὸν <num>Θ</num>, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Λ</num>. πάλιν, ἐπεὶ 
ὁ <num>Ε</num> τὸν <num>Δ</num> πολλαπλασιάσας τὸν <num>Λ</num> πεποίηκεν, ἀλλὰ μὴν καὶ 
τὸν <num>Ζ</num> πολλαπλασιάσας τὸν <num>Β</num> πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ <num>Δ</num> 
πρὸς τὸν <num>Ζ</num>, οὕτως ὁ <num>Λ</num> πρὸς τὸν <num>Β</num>. ἀλλʼ ὡς ὁ <num>Δ</num> πρὸς τὸν 
<lb rend="displayNum" n="25"/>Ζ, οὕτως ὁ <num>Θ</num> πρὸς τὸν <num>Κ</num>· καὶ ὡς ἄρα ὁ <num>Θ</num> πρὸς τὸν <num>Κ</num>, 
οὕτως ὁ <num>Λ</num> πρὸς τὸν <num>Β</num>. ἐδείχθη δὲ καὶ ὡς ὁ <num>Η</num> πρὸς τὸν 
Θ, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Λ</num>· διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ <num>Η</num> 
πρὸς τὸν <num>Κ</num>, <del>οὕτως</del> ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, ὁ δὲ <num>Η</num> πρὸς τὸν <num>Κ</num> 
λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν· καὶ ὁ <num>Α</num> ἄρα 
<lb rend="displayNum" n="30"/>πρὸς τὸν <num>Β</num> λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν· 
ὅπερ ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="6"><p>ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, ὁ δὲ πρῶτος 
τὸν δεύτερον μὴ μετρῇ, οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει. </p><p>ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ <figure/>
ἑξῆς ἀνάλογον οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, 
<lb rend="displayNum" n="5"/>δ, <num>Ε</num>, ὁ δὲ <num>Α</num> τὸν <num>Β</num> μὴ μετρείτω· 
λέγω, ὅτι οὐδὲ ἄλλος 
οὐδεὶς οὐδένα μετρήσει. </p><p>ὅτι μὲν οὖν οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, 
Δ, <num>Ε</num> ἑξῆς ἀλλήλους οὐ μετροῦσιν, 
<lb rend="displayNum" n="10"/>φανερόν· οὐδὲ γὰρ 
ὁ <num>Α</num> τὸν <num>Β</num> μετρεῖ. λέγω δή, 
ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα 
μετρήσει. εἰ γὰρ δυνατόν, μετρείτω ὁ <num>Α</num> τὸν <num>Γ</num>. καὶ ὅσοι 
εἰσὶν οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, τοσοῦτοι εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ  
<lb rend="displayNum" n="15"/>τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς <num>Α</num>, <num>Β</num>, <num>Γ</num> οἱ <num>Ζ</num>, <num>Η</num>, <num>Θ</num>. 
καὶ ἐπεὶ οἱ <num>Ζ</num>, <num>Η</num>, <num>Θ</num> ἐν τῷ αὐτῷ λόγῳ εἰσὶ τοῖς <num>Α</num>, <num>Β</num>, 
<lb rend="displayNum" n="15"/>Γ, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν <num>Α</num>, <num>Β</num>, <num>Γ</num> τῷ πλήθει τῶν 
Ζ, <num>Η</num>, <num>Θ</num>, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Γ</num>, οὕτως ὁ <num>Ζ</num> 
πρὸς τὸν <num>Θ</num>. καὶ ἐπεί ἐστιν ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως ὁ <num>Ζ</num>
<lb rend="displayNum" n="20"/>πρὸς τὸν <num>Η</num>, οὐ μετρεῖ δὲ ὁ <num>Α</num> τὸν <num>Β</num>, οὐ μετρεῖ ἄρα οὐδὲ ὁ <num>Ζ</num> 
τὸν <num>Η</num>· οὐκ ἄρα μονάς ἐστιν ὁ <num>Ζ</num>· ἡ γὰρ μονὰς πάντα ἀριθμὸν 
μετρεῖ. καί εἰσιν οἱ <num>Ζ</num>, <num>Θ</num> πρῶτοι πρὸς ἀλλήλους <del>οὐδὲ 
ὁ <num>Ζ</num> ἄρα τὸν <num>Θ</num> μετρεῖ</del>. καί ἐστιν ὡς ὁ <num>Ζ</num> πρὸς τὸν <num>Θ</num>, οὕτως 
ὁ <num>Α</num> πρὸς τὸν <num>Γ</num>· οὐδὲ ὁ <num>Α</num> ἄρα τὸν <num>Γ</num> μετρεῖ. ὁμοίως δὴ 
<lb rend="displayNum" n="25"/>δείξομεν, ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει· ὅπερ ἔδει 
δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="7"><p>ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ <del>ἑξῆς</del> ἀνάλογον, ὁ δὲ 
πρῶτος τὸν ἔσχατον μετρῇ, καὶ τὸν δεύτερον μετρήσει. </p><p>ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, 
Δ, ὁ δὲ <num>Α</num> τὸν <num>Δ</num> μετρείτω· λέγω, ὅτι καὶ ὁ <num>Α</num> τὸν <num>Β</num> μετρεῖ. 
<lb rend="displayNum" n="5"/>
<figure/>
</p><p>εἰ γὰρ οὐ μετρεῖ ὁ <num>Α</num> τὸν <num>Β</num>, οὐδὲ 
ἄλλος οὐδεὶς οὐδένα μετρήσει· μετρεῖ δὲ 
ὁ <num>Α</num> τὸν <num>Δ</num>. μετρεῖ ἄρα καὶ ὁ <num>Α</num> τὸν <num>Β</num>· 
ὅπερ ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="8"><p>ἐὰν δύο ἀριθμῶν μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον 
ἐμπίπτωσιν ἀριθμοί, ὅσοι εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ  
συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ 
εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας <del>αὐτοῖς</del> μεταξὺ κατὰ 
<lb rend="displayNum" n="5"/>τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται. </p><p>δύο γὰρ ἀριθμῶν τῶν <num>Α</num>, <num>Β</num> μεταξὺ κατὰ τὸ συνεχὲς 
ἀνάλογον ἐμπιπτέτωσαν<figure/> 
ἀριθμοὶ οἱ <num>Γ</num>, <num>Δ</num>, καὶ πεποιήσθω 
ὡς ὁ <num>Α</num> πρὸς 
<lb rend="displayNum" n="10"/>τὸν <num>Β</num>, οὕτως ὁ <num>Ε</num> πρὸς 
τὸν <num>Ζ</num>· λέγω, ὅτι ὅσοι εἰς 
τοὺς <num>Α</num>, <num>Β</num> μεταξὺ κατὰ 
τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν 
ἀριθμοί, τοσοῦτοι 
<lb rend="displayNum" n="15"/>καὶ εἰς τοὺς <num>Ε</num>, <num>Ζ</num> 
μεταξὺ κατὰ τὸ συνεχὲς 
ἀνάλογον ἐμπεσοῦνται. </p><p>ὅσοι γάρ εἰσι τῷ πλήθει οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num>, τοσοῦτοι 
εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον 
<lb rend="displayNum" n="20"/>ἐχόντων τοῖς <num>Α</num>, <num>Γ</num>, <num>Δ</num>, <num>Β</num> οἱ <num>Η</num>, <num>Θ</num>, <num>Κ</num>, <num>Λ</num>· οἱ ἄρα ἄκροι 
αὐτῶν οἱ <num>Η</num>, <num>Λ</num> πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἐπεὶ οἱ 
Α, <num>Γ</num>, <num>Δ</num>, <num>Β</num> τοῖς <num>Η</num>, <num>Θ</num>, <num>Κ</num>, <num>Λ</num> ἐν τῷ αὐτῷ λόγῳ εἰσίν, καί 
ἐστιν ἴσον τὸ πλῆθος τῶν <num>Α</num>, <num>Γ</num>, <num>Δ</num>, <num>Β</num> τῷ πλήθει τῶν 
Η, <num>Θ</num>, <num>Κ</num>, <num>Λ</num>, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως 
<lb rend="displayNum" n="25"/>ὁ <num>Η</num> πρὸς τὸν <num>Λ</num>. ὡς δὲ ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως ὁ <num>Ε</num> πρὸς 
τὸν <num>Ζ</num>· καὶ ὡς ἄρα ὁ <num>Η</num> πρὸς τὸν <num>Λ</num>, οὕτως ὁ <num>Ε</num> πρὸς 
τὸν <num>Ζ</num>. οἱ δὲ <num>Η</num>, <num>Λ</num> πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ 
δὲ ἐλάχιστοι ἀριθμοὶ μετροῦσι τοὺς τὸν αὐτὸν λόγον 
ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων  
<lb rend="displayNum" n="30"/>τὸν ἐλάσσονα, τουτέστιν ὅ τε ἡγούμενος τὸν ἡγούμενον 
καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον. ἰσάκις ἄρα ὁ <num>Η</num> τὸν <num>Ε</num> μετρεῖ 
καὶ ὁ <num>Λ</num> τὸν <num>Ζ</num>. ὁσάκις δὴ ὁ <num>Η</num> τὸν <num>Ε</num> μετρεῖ, τοσαυτάκις 
καὶ ἑκάτερος τῶν <num>Θ</num>, <num>Κ</num> ἑκάτερον τῶν <num>Μ</num>, <num>Ν</num> μετρείτω· 
οἱ <num>Η</num>, <num>Θ</num>, <num>Κ</num>, <num>Λ</num> ἄρα τοὺς <num>Ε</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ζ</num> ἰσάκις μετροῦσιν. 
<lb rend="displayNum" n="35"/>οἱ <num>Η</num>, <num>Θ</num>, <num>Κ</num>, <num>Λ</num> ἄρα τοῖς <num>Ε</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ζ</num> ἐν τῷ αὐτῷ λόγῳ 
εἰσίν. ἀλλὰ οἱ <num>Η</num>, <num>Θ</num>, <num>Κ</num>, <num>Λ</num> τοῖς <num>Α</num>, <num>Γ</num>, <num>Δ</num>, <num>Β</num> ἐν τῷ αὐτῷ 
λόγῳ εἰσίν· καὶ οἱ <num>Α</num>, <num>Γ</num>, <num>Δ</num>, <num>Β</num> ἄρα τοῖς <num>Ε</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ζ</num> ἐν τῷ 
αὐτῷ λόγῳ εἰσίν. οἱ δὲ <num>Α</num>, <num>Γ</num>, <num>Δ</num>, <num>Β</num> ἑξῆς ἀνάλογόν εἰσιν· 
καὶ οἱ <num>Ε</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ζ</num> ἄρα ἑξῆς ἀνάλογόν εἰσιν. ὅσοι ἄρα εἰς 
<lb rend="displayNum" n="40"/>τοὺς <num>Α</num>, <num>Β</num> μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν 
ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς <num>Ε</num>, <num>Ζ</num> μεταξὺ κατὰ 
τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί· ὅπερ ἔδει 
δεῖξαι.</p></div></div></div></div></body></text></TEI>