<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1799.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="type" n="prop"><div type="textpart" subtype="number" n="14"><p>ἐὰν τετράγωνος τετράγωνον μετρῇ, καὶ ἡ πλευρὰ 
τὴν πλευρὰν μετρήσει· καὶ ἐὰν ἡ πλευρὰ τὴν πλευρὰν 
μετρῇ, καὶ ὁ τετράγωνος τὸν τετράγωνον μετρήσει. </p><p>ἔστωσαν τετράγωνοι ἀριθμοὶ οἱ<figure/>
<lb rend="displayNum" n="5"/>α, <num>Β</num>, πλευραὶ δὲ αὐτῶν ἔστωσαν 
οἱ <num>Γ</num>, <num>Δ</num>, ὁ δὲ <num>Α</num> τὸν <num>Β</num> μετρείτω· 
λέγω, ὅτι καὶ ὁ <num>Γ</num> τὸν <num>Δ</num> μετρεῖ.  
<lb rend="displayNum" n="5"/>
</p><p>ὁ <num>Γ</num> γὰρ τὸν <num>Δ</num> πολλαπλασιάσας τὸν <num>Ε</num> ποιείτω· οἱ <num>Α</num>, 
Ε, <num>Β</num> ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>
<lb rend="displayNum" n="10"/>λόγῳ. καὶ ἐπεὶ οἱ <num>Α</num>, <num>Ε</num>, <num>Β</num> ἑξῆς ἀνάλογόν εἰσιν, καὶ μετρεῖ 
ὁ <num>Α</num> τὸν <num>Β</num>, μετρεῖ ἄρα καὶ ὁ <num>Α</num> τὸν <num>Ε</num>. καί ἐστιν ὡς ὁ <num>Α</num> πρὸς 
τὸν <num>Ε</num>, οὕτως ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>· μετρεῖ ἄρα καὶ ὁ <num>Γ</num> τὸν <num>Δ</num>. </p><p>πάλιν δὴ ὁ <num>Γ</num> τὸν <num>Δ</num> μετρείτω· λέγω, ὅτι καὶ ὁ <num>Α</num> τὸν <num>Β</num> 
μετρεῖ. 
<lb rend="displayNum" n="15"/>
</p><p>τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δείξομεν, 
ὅτι οἱ <num>Α</num>, <num>Ε</num>, <num>Β</num> ἑξῆς ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ <num>Γ</num> πρὸς τὸν 
Δ λόγῳ. καὶ ἐπεί ἐστιν ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, οὕτως ὁ <num>Α</num> 
πρὸς τὸν <num>Ε</num>, μετρεῖ δὲ ὁ <num>Γ</num> τὸν <num>Δ</num>, μετρεῖ ἄρα καὶ ὁ <num>Α</num> 
τὸν <num>Ε</num>. καί εἰσιν οἱ <num>Α</num>, <num>Ε</num>, <num>Β</num> ἑξῆς ἀνάλογον· μετρεῖ ἄρα 
<lb rend="displayNum" n="20"/>καὶ ὁ <num>Α</num> τὸν <num>Β</num>. </p><p>ἐὰν ἄρα τετράγωνος τετράγωνον μετρῇ, καὶ ἡ πλευρὰ 
τὴν πλευρὰν μετρήσει· καὶ ἐὰν ἡ πλευρὰ τὴν πλευρὰν 
μετρῇ, καὶ ὁ τετράγωνος τὸν τετράγωνον μετρήσει· ὅπερ 
ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="15"><p>ἐὰν κύβος ἀριθμὸς κύβον ἀριθμὸν μετρῇ, καὶ ἡ πλευρὰ 
τὴν πλευρὰν μετρήσει· καὶ ἐὰν ἡ πλευρὰ τὴν πλευρὰν 
μετρῇ, καὶ ὁ κύβος τὸν κύβον μετρήσει. </p><p>κύβος γὰρ ἀριθμὸς ὁ <num>Α</num> κύβον τὸν <num>Β</num> μετρείτω, καὶ 
<lb rend="displayNum" n="5"/>τοῦ μὲν <num>Α</num> πλευρὰ ἔστω ὁ <num>Γ</num>, τοῦ δὲ <num>Β</num> ὁ <num>Δ</num>· λέγω, ὅτι ὁ 
Γ τὸν <num>Δ</num> μετρεῖ.  </p><p>ὁ <num>Γ</num> γὰρ ἑαυτὸν πολλαπλασιάσας τὸν <num>Ε</num> ποιείτω, ὁ δὲ 
Δ ἑαυτὸν πολλαπλασιάσας τὸν <num>Η</num> ποιείτω, καὶ ἔτι ὁ <num>Γ</num> 
τὸν <num>Δ</num> πολλαπλασιάσας τὸν <num>Ζ</num>
<del>ποιείτω</del>, ἑκάτερος δὲ 
<lb rend="displayNum" n="10"/>τῶν <num>Γ</num>, <num>Δ</num> τὸν <num>Ζ</num> πολλαπλασιάσας ἑκάτερον τῶν <num>Θ</num>, <num>Κ</num> 
ποιείτω. φανερὸν δή, ὅτι οἱ <num>Ε</num>, <num>Ζ</num>,<figure/> 
Η καὶ οἱ <num>Α</num>, <num>Θ</num>, <num>Κ</num>, <num>Β</num> ἑξῆς ἀνάλογόν 
εἰσιν ἐν τῷ τοῦ <num>Γ</num> πρὸς 
τὸν <num>Δ</num> λόγῳ. καὶ ἐπεὶ οἱ <num>Α</num>, <num>Θ</num>, 
<lb rend="displayNum" n="15"/>κ, <num>Β</num> ἑξῆς ἀνάλογόν εἰσιν, καὶ 
μετρεῖ ὁ <num>Α</num> τὸν <num>Β</num>, μετρεῖ ἄρα καὶ 
τὸν <num>Θ</num>. καί ἐστιν ὡς ὁ <num>Α</num> πρὸς τὸν 
Θ, οὕτως ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>· μετρεῖ 
ἄρα καὶ ὁ <num>Γ</num> τὸν <num>Δ</num>. 
<lb rend="displayNum" n="20"/>
</p><p>ἀλλὰ δὴ μετρείτω ὁ <num>Γ</num> τὸν <num>Δ</num>· λέγω, ὅτι καὶ ὁ <num>Α</num> τὸν <num>Β</num> 
μετρήσει. </p><p>τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δὴ δείξομεν, 
ὅτι οἱ <num>Α</num>, <num>Θ</num>, <num>Κ</num>, <num>Β</num> ἑξῆς ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ <num>Γ</num> πρὸς 
τὸν <num>Δ</num> λόγῳ. καὶ ἐπεὶ ὁ <num>Γ</num> τὸν <num>Δ</num> μετρεῖ, καί ἐστιν ὡς 
<lb rend="displayNum" n="25"/>ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Θ</num>, καὶ ὁ <num>Α</num> ἄρα τὸν <num>Θ</num> 
μετρεῖ· ὥστε καὶ τὸν <num>Β</num> μετρεῖ ὁ <num>Α</num>· ὅπερ ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="16"><p>ἐὰν τετράγωνος ἀριθμὸς τετράγωνον ἀριθμὸν μὴ 
μετρῇ, οὐδὲ ἡ πλευρὰ τὴν πλευρὰν μετρήσει· κἂν ἡ 
πλευρὰ τὴν πλευρὰν μὴ μετρῇ, οὐδὲ ὁ τετράγωνος τὸν 
τετράγωνον μετρήσει.  
<lb rend="displayNum" n="5"/>
<figure/>
</p><p>῎ἔστωσαν τετράγωνοι ἀριθμοὶ οἱ <num>Α</num>, 
Β, πλευραὶ δὲ αὐτῶν ἔστωσαν οἱ <num>Γ</num>, 
Δ, καὶ μὴ μετρείτω ὁ <num>Α</num> τὸν <num>Β</num>· λέγω, 
ὅτι οὐδὲ ὁ <num>Γ</num> τὸν <num>Δ</num> μετρεῖ. </p><p>εἰ γὰρ μετρεῖ ὁ <num>Γ</num> τὸν <num>Δ</num>, μετρήσει 
<lb rend="displayNum" n="10"/>καὶ ὁ <num>Α</num> τὸν <num>Β</num>. οὐ μετρεῖ δὲ ὁ <num>Α</num> τὸν <num>Β</num>· οὐδὲ ἄρα 
ὁ <num>Γ</num> τὸν <num>Δ</num> μετρήσει. </p><p>μὴ μετρείτω <del>δὴ</del> πάλιν ὁ <num>Γ</num> τὸν <num>Δ</num>· λέγω, ὅτι οὐδὲ ὁ <num>Α</num> 
τὸν <num>Β</num> μετρήσει. </p><p>εἰ γὰρ μετρεῖ ὁ <num>Α</num> τὸν <num>Β</num>, μετρήσει καὶ ὁ <num>Γ</num> τὸν <num>Δ</num>. 
<lb rend="displayNum" n="15"/>οὐ μετρεῖ δὲ ὁ <num>Γ</num> τὸν <num>Δ</num>· οὐδʼ ἄρα ὁ <num>Α</num> τὸν <num>Β</num> μετρήσει· 
ὅπερ ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="17"><p>ἐὰν κύβος ἀριθμὸς κύβον ἀριθμὸν μὴ μετρῇ, οὐδὲ ἡ 
πλευρὰ τὴν πλευρὰν μετρήσει· κἂν ἡ πλευρὰ τὴν πλευρὰν 
μὴ μετρῇ, οὐδὲ ὁ κύβος τὸν κύβον μετρήσει.<figure/>
</p><p>κύβος γὰρ ἀριθμὸς ὁ <num>Α</num> κύβον 
<lb rend="displayNum" n="5"/>ἀριθμὸν τὸν <num>Β</num> μὴ μετρείτω, καὶ 
τοῦ μὲν <num>Α</num> πλευρὰ ἔστω ὁ <num>Γ</num>, τοῦ δὲ 
Β ὁ <num>Δ</num>· λέγω, ὅτι ὁ <num>Γ</num> τὸν <num>Δ</num> οὐ 
μετρήσει. </p><p>εἰ γὰρ μετρεῖ ὁ <num>Γ</num> τὸν <num>Δ</num>, καὶ ὁ <num>Α</num> τὸν <num>Β</num> μετρήσει. οὐ 
<lb rend="displayNum" n="10"/>μετρεῖ δὲ ὁ <num>Α</num> τὸν <num>Β</num>· οὐδʼ ἄρα ὁ <num>Γ</num> τὸν <num>Δ</num> μετρεῖ.  </p><p>ἀλλὰ δὴ μὴ μετρείτω ὁ <num>Γ</num> τὸν <num>Δ</num>· λέγω, ὅτι οὐδὲ ὁ <num>Α</num> 
τὸν <num>Β</num> μετρήσει. </p><p>εἰ γὰρ ὁ <num>Α</num> τὸν <num>Β</num> μετρεῖ, καὶ ὁ <num>Γ</num> τὸν <num>Δ</num> μετρήσει. 
οὐ μετρεῖ δὲ ὁ <num>Γ</num> τὸν <num>Δ</num>· οὐδʼ ἄρα ὁ <num>Α</num> τὸν <num>Β</num> μετρήσει· 
<lb rend="displayNum" n="15"/>ὅπερ ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="18"><p>δύο ὁμοίων ἐπιπέδων ἀριθμῶν εἷς μέσος ἀνάλογόν 
ἐστιν ἀριθμός· καὶ ὁ ἐπίπεδος πρὸς τὸν ἐπίπεδον διπλασίονα 
λόγον ἔχει ἤπερ ἡ ὁμόλογος πλευρὰ πρὸς τὴν 
ὁμόλογον πλευράν. 
<lb rend="displayNum" n="5"/>
</p><p>ἔστωσαν δύο ὅμοιοι ἐπίπεδοι ἀριθμοὶ οἱ <num>Α</num>, <num>Β</num>, καὶ 
τοῦ μὲν <num>Α</num> πλευραὶ ἔστωσαν οἱ <num>Γ</num>, <num>Δ</num> ἀριθμοί, τοῦ δὲ <num>Β</num> 
οἱ <num>Ε</num>, <num>Ζ</num>. καὶ ἐπεὶ ὅμοιοι ἐπίπεδοί εἰσιν οἱ ἀνάλογον ἔχοντες 
τὰς πλευράς, ἔστιν ἄρα ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, οὕτως ὁ <num>Ε</num> 
πρὸς τὸν <num>Ζ</num>. λέγω οὖν, ὅτι τῶν <num>Α</num>, <num>Β</num> εἷς μέσος ἀνάλογόν 
<lb rend="displayNum" n="10"/>ἐστιν ἀριθμός, καὶ ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num> διπλασίονα λόγον ἔχει 
ἤπερ ὁ <num>Γ</num> πρὸς τὸν <num>Ε</num> ἢ ὁ <num>Δ</num> πρὸς τὸν <num>Ζ</num>, τουτέστιν ἤπερ ἡ 
ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον <del>πλευράν</del>. </p><p>καὶ ἐπεί ἐστιν ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, οὕτως ὁ <num>Ε</num> πρὸς τὸν 
Ζ, ἐναλλὰξ ἄρα ἐστὶν ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Ε</num>, ὁ <num>Δ</num> πρὸς τὸν <num>Ζ</num>. 
<lb rend="displayNum" n="15"/>καὶ ἐπεὶ ἐπίπεδός ἐστιν ὁ <num>Α</num>, πλευραὶ δὲ αὐτοῦ οἱ <num>Γ</num>, <num>Δ</num>, 
ὁ <num>Δ</num> ἄρα τὸν <num>Γ</num> πολλαπλασιάσας τὸν <num>Α</num> πεποίηκεν. διὰ<figure/>  
τὰ αὐτὰ δὴ καὶ ὁ <num>Ε</num> τὸν <num>Ζ</num> πολλαπλασιάσας τὸν <num>Β</num> πεποίηκεν. 
ὁ <num>Δ</num> δὴ τὸν <num>Ε</num> πολλαπλασιάσας τὸν <num>Η</num> ποιείτω. 
καὶ ἐπεὶ ὁ <num>Δ</num> τὸν μὲν <num>Γ</num> πολλαπλασιάσας τὸν <num>Α</num> πεποίηκεν, 
<lb rend="displayNum" n="20"/>τὸν δὲ <num>Ε</num> πολλαπλασιάσας τὸν <num>Η</num> πεποίηκεν, ἔστιν ἄρα 
ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Ε</num>, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Η</num>. ἀλλʼ ὡς ὁ <num>Γ</num> 
πρὸς τὸν <num>Ε</num>, <del>οὕτως</del> ὁ <num>Δ</num> πρὸς τὸν <num>Ζ</num>· καὶ ὡς ἄρα ὁ <num>Δ</num> 
πρὸς τὸν <num>Ζ</num>, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Η</num>. πάλιν, ἐπεὶ ὁ <num>Ε</num> τὸν 
μὲν <num>Δ</num> πολλαπλασιάσας τὸν <num>Η</num> πεποίηκεν, τὸν δὲ <num>Ζ</num>
<lb rend="displayNum" n="25"/>πολλαπλασιάσας τὸν <num>Β</num> πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ <num>Δ</num> πρὸς 
τὸν <num>Ζ</num>, οὕτως ὁ <num>Η</num> πρὸς τὸν <num>Β</num>. ἐδείχθη δὲ καὶ ὡς ὁ <num>Δ</num> πρὸς 
τὸν <num>Ζ</num>, οὕτως ὁ <num>Α</num> πρὸς τὸν <num>Η</num>· καὶ ὡς ἄρα ὁ <num>Α</num> πρὸς τὸν <num>Η</num>, 
οὕτως ὁ <num>Η</num> πρὸς τὸν <num>Β</num>. οἱ <num>Α</num>, <num>Η</num>, <num>Β</num> ἄρα ἑξῆς ἀνάλογόν 
εἰσιν. τῶν <num>Α</num>, <num>Β</num> ἄρα εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμός. 
<lb rend="displayNum" n="30"/>
</p><p>λέγω δή, ὅτι καὶ ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num> διπλασίονα λόγον 
ἔχει ἤπερ ἡ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν, 
τουτέστιν ἤπερ ὁ <num>Γ</num> πρὸς τὸν <num>Ε</num> ἢ ὁ <num>Δ</num> πρὸς τὸν <num>Ζ</num>. ἐπεὶ γὰρ 
οἱ <num>Α</num>, <num>Η</num>, <num>Β</num> ἑξῆς ἀνάλογόν εἰσιν, ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num> διπλασίονα 
λόγον ἔχει ἤπερ πρὸς τὸν <num>Η</num>. καί ἐστιν ὡς ὁ <num>Α</num> πρὸς 
<lb rend="displayNum" n="35"/>τὸν <num>Η</num>, οὕτως ὅ τε <num>Γ</num> πρὸς τὸν <num>Ε</num> καὶ ὁ <num>Δ</num> πρὸς τὸν <num>Ζ</num>. καὶ 
ὁ <num>Α</num> ἄρα πρὸς τὸν <num>Β</num> διπλασίονα λόγον ἔχει ἤπερ ὁ <num>Γ</num> πρὸς 
τὸν <num>Ε</num> ἢ ὁ <num>Δ</num> πρὸς τὸν <num>Ζ</num>· ὅπερ ἔδει δεῖξαι.</p></div></div></div></div></body></text></TEI>