<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1799.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="type" n="prop"><div type="textpart" subtype="number" n="38"><p>ἐὰν ἀριθμὸς μέρος ἔχῃ ὁτιοῦν, ὑπὸ ὁμωνύμου ἀριθμοῦ 
μετρηθήσεται τῷ μέρει.<figure/>
</p><p>ἀριθμὸς γὰρ ὁ <num>Α</num> μέρος ἐχέτω ὁτιοῦν τὸν <num>Β</num>, καὶ τῷ <num>Β</num> 
μέρει ὁμώνυμος ἔστω <del>ἀριθμὸς</del> ὁ <num>Γ</num>· λέγω, ὅτι ὁ <num>Γ</num>
<lb rend="displayNum" n="5"/>τὸν <num>Α</num> μετρεῖ. </p><p>ἐπεὶ γὰρ ὁ <num>Β</num> τοῦ <num>Α</num> μέρος ἐστὶν ὁμώνυμον τῷ <num>Γ</num>, ἔστι 
δὲ καὶ ἡ <num>Δ</num> μονὰς τοῦ <num>Γ</num> μέρος ὁμώνυμον αὐτῷ, ὃ ἄρα μέρος 
ἐστὶν ἡ <num>Δ</num> μονὰς τοῦ <num>Γ</num> ἀριθμοῦ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ 
Β τοῦ <num>Α</num>· ἰσάκις ἄρα ἡ <num>Δ</num> μονὰς τὸν <num>Γ</num> ἀριθμὸν μετρεῖ καὶ 
<lb rend="displayNum" n="10"/>ὁ <num>Β</num> τὸν <num>Α</num>. ἐναλλὰξ ἄρα ἰσάκις ἡ <num>Δ</num> μονὰς τὸν <num>Β</num> ἀριθμὸν 
μετρεῖ καὶ ὁ <num>Γ</num> τὸν <num>Α</num>. ὁ <num>Γ</num> ἄρα τὸν <num>Α</num> μετρεῖ· ὅπερ ἔδει 
δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="39"><p>ἀριθμὸν εὑρεῖν, ὃς ἐλάχιστος ὢν ἕξει τὰ δοθέντα μέρη. </p><p>ἔστω τὰ δοθέντα μέρη τὰ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>· δεῖ δὴ ἀριθμὸν 
εὑρεῖν, ὃς ἐλάχιστος ὢν ἕξει τὰ <num>Α</num>, <num>Β</num>, <num>Γ</num> μέρη.<figure/>
</p><p>ἔστωσαν γὰρ τοῖς <num>Α</num>, <num>Β</num>, <num>Γ</num>
<lb rend="displayNum" n="5"/>μέρεσιν ὁμώνυμοι ἀριθμοὶ οἱ <num>Δ</num>, 
Ε, <num>Ζ</num>, καὶ εἰλήφθω ὑπὸ τῶν <num>Δ</num>, 
Ε, <num>Ζ</num> ἐλάχιστος μετρούμενος 
ἀριθμὸς ὁ <num>Η</num>. </p><p>ὁ <num>Η</num> ἄρα ὁμώνυμα μέρη ἔχει 
<lb rend="displayNum" n="10"/>τοῖς <num>Δ</num>, <num>Ε</num>, <num>Ζ</num>. τοῖς δὲ <num>Δ</num>, <num>Ε</num>, <num>Ζ</num> 
ὁμώνυμα μέρη ἐστὶ τὰ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>· 
ὁ <num>Η</num> ἄρα ἔχει τὰ <num>Α</num>, <num>Β</num>, <num>Γ</num> μέρη. λέγω δή, ὅτι καὶ ἐλάχιστος 
ὤν. εἰ γὰρ μή, ἔσται τις τοῦ <num>Η</num> ἐλάσσων ἀριθμός, ὃς ἕξει 
τὰ <num>Α</num>, <num>Β</num>, <num>Γ</num> μέρη. ἔστω ὁ <num>Θ</num>. ἐπεὶ ὁ <num>Θ</num> ἔχει τὰ <num>Α</num>, <num>Β</num>, <num>Γ</num> μέρη, 
<lb rend="displayNum" n="15"/>ὁ <num>Θ</num> ἄρα ὑπὸ ὁμωνύμων ἀριθμῶν μετρηθήσεται τοῖς <num>Α</num>, <num>Β</num>, 
Γ μέρεσιν. τοῖς δὲ <num>Α</num>, <num>Β</num>, <num>Γ</num> μέρεσιν ὁμώνυμοι ἀριθμοί εἰσιν 
οἱ <num>Δ</num>, <num>Ε</num>, <num>Ζ</num>· ὁ <num>Θ</num> ἄρα ὑπὸ τῶν <num>Δ</num>, <num>Ε</num>, <num>Ζ</num> μετρεῖται. καί 
ἐστιν ἐλάσσων τοῦ <num>Η</num>· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα 
ἔσται τις τοῦ <num>Η</num> ἐλάσσων ἀριθμός, ὃς ἕξει τὰ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>
<lb rend="displayNum" n="20"/>μέρη· ὅπερ ἔδει δεῖξαι.</p></div></div></div><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="type" n="prop"><div type="textpart" subtype="number" n="1"><p>ἐὰν ὦσιν ὁσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, οἱ δὲ 
ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους ὦσιν, ἐλάχιστοί εἰσι 
τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς. </p><p>ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, 
<lb rend="displayNum" n="5"/>δ, οἱ δὲ ἄκροι αὐτῶν οἱ <num>Α</num>, <num>Δ</num> πρῶτοι πρὸς ἀλλήλους 
ἔστωσαν· λέγω, ὅτι οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> ἐλάχιστοί εἰσι τῶν τὸν 
αὐτὸν λόγον ἐχόντων αὐτοῖς.<figure/>
</p><p>εἰ γὰρ μή, ἔστωσαν ἐλάττονες τῶν <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> οἱ 
Ε, <num>Ζ</num>, <num>Η</num>, <num>Θ</num> ἐν τῷ αὐτῷ λόγῳ ὄντες αὐτοῖς. καὶ ἐπεὶ οἱ 
<lb rend="displayNum" n="10"/>α, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> ἐν τῷ αὐτῷ λόγῳ εἰσὶ τοῖς <num>Ε</num>, <num>Ζ</num>, <num>Η</num>, <num>Θ</num>, καί 
ἐστιν ἴσον τὸ πλῆθος <del>τῶν <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, Δ</del> τῷ πλήθει <del>τῶν 
Ε, <num>Ζ</num>, <num>Η</num>, Θ</del>, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Δ</num>, ὁ <num>Ε</num> 
πρὸς τὸν <num>Θ</num>. οἱ δὲ <num>Α</num>, <num>Δ</num> πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, 
οἱ δὲ ἐλάχιστοι ἀριθμοὶ μετροῦσι τοὺς τὸν αὐτὸν λόγον  
<lb rend="displayNum" n="15"/>ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων 
τὸν ἐλάσσονα, τουτέστιν ὅ τε ἡγούμενος τὸν ἡγούμενον 
καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον. μετρεῖ ἄρα ὁ <num>Α</num> τὸν <num>Ε</num> ὁ μείζων 
τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οἱ <num>Ε</num>, <num>Ζ</num>, 
Η, <num>Θ</num> ἐλάσσονες ὄντες τῶν <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> ἐν τῷ αὐτῷ λόγῳ 
<lb rend="displayNum" n="20"/>εἰσὶν αὐτοῖς. οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> ἄρα ἐλάχιστοί εἰσι τῶν τὸν 
αὐτὸν λόγον ἐχόντων αὐτοῖς· ὅπερ ἔδει δεῖξαι.</p></div><div type="textpart" subtype="number" n="2"><p>ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους, ὅσους ἂν 
ἐπιτάξῃ τις, ἐν τῷ δοθέντι λόγῳ. </p><p>ἔστω ὁ δοθεὶς λόγος ἐν ἐλαχίστοις ἀριθμοῖς ὁ τοῦ <num>Α</num> 
πρὸς τὸν <num>Β</num>· δεῖ δὴ ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους, 
<lb rend="displayNum" n="5"/>ὅσους ἄν τις ἐπιτάξῃ, ἐν τῷ τοῦ <num>Α</num> πρὸς τὸν <num>Β</num> λόγῳ.<figure/>
</p><p>Ἐπιτετάχθωσαν δὴ τέσσαρες, καὶ ὁ <num>Α</num> ἑαυτὸν πολλαπλασιάσας 
τὸν <num>Γ</num> ποιείτω, τὸν δὲ <num>Β</num> πολλαπλασιάσας τὸν 
Δ ποιείτω, καὶ ἔτι ὁ <num>Β</num> ἑαυτὸν πολλαπλασιάσας τὸν <num>Ε</num> 
ποιείτω, καὶ ἔτι ὁ <num>Α</num> τοὺς <num>Γ</num>, <num>Δ</num>, <num>Ε</num> πολλαπλασιάσας τοὺς  
<lb rend="displayNum" n="10"/>Ζ, <num>Η</num>, <num>Θ</num> ποιείτω, ὁ δὲ <num>Β</num> τὸν <num>Ε</num> πολλαπλασιάσας τὸν <num>Κ</num> 
ποιείτω. </p><p>καὶ ἐπεὶ ὁ <num>Α</num> ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν <num>Γ</num> 
πεποίηκεν, τὸν δὲ <num>Β</num> πολλαπλασιάσας τὸν <num>Δ</num> πεποίηκεν, 
ἔστιν ἄρα ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, <del>οὕτως</del> ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>. 
<lb rend="displayNum" n="15"/>πάλιν, ἐπεὶ ὁ μὲν <num>Α</num> τὸν <num>Β</num> πολλαπλασιάσας τὸν <num>Δ</num> πεποίηκεν, 
ὁ δὲ <num>Β</num> ἑαυτὸν πολλαπλασιάσας τὸν <num>Ε</num> πεποίηκεν, 
ἑκάτερος ἄρα τῶν <num>Α</num>, <num>Β</num> τὸν <num>Β</num> πολλαπλασιάσας ἑκάτερον 
τῶν <num>Δ</num>, <num>Ε</num> πεποίηκεν. ἔστιν ἄρα ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως 
ὁ <num>Δ</num> πρὸς τὸν <num>Ε</num>. ἀλλʼ ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>· 
<lb rend="displayNum" n="20"/>καὶ ὡς ἄρα ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, ὁ <num>Δ</num> πρὸς τὸν <num>Ε</num>. καὶ ἐπεὶ ὁ <num>Α</num> 
τοὺς <num>Γ</num>, <num>Δ</num> πολλαπλασιάσας τοὺς <num>Ζ</num>, <num>Η</num> πεποίηκεν, ἔστιν 
ἄρα ὡς ὁ <num>Γ</num> πρὸς τὸν <num>Δ</num>, <del>οὕτως</del> ὁ <num>Ζ</num> πρὸς τὸν <num>Η</num>. ὡς δὲ ὁ 
Γ πρὸς τὸν <num>Δ</num>, οὕτως ἦν ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>· καὶ ὡς ἄρα ὁ <num>Α</num> 
πρὸς τὸν <num>Β</num>, ὁ <num>Ζ</num> πρὸς τὸν <num>Η</num>. πάλιν, ἐπεὶ ὁ <num>Α</num> τοὺς <num>Δ</num>, <num>Ε</num>
<lb rend="displayNum" n="25"/>πολλαπλασιάσας τοὺς <num>Η</num>, <num>Θ</num> πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ 
Δ πρὸς τὸν <num>Ε</num>, ὁ <num>Η</num> πρὸς τὸν <num>Θ</num>. ἀλλʼ ὡς ὁ <num>Δ</num> πρὸς τὸν <num>Ε</num>, 
ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>. καὶ ὡς ἄρα ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως ὁ <num>Η</num> 
πρὸς τὸν <num>Θ</num>. καὶ ἐπεὶ οἱ <num>Α</num>, <num>Β</num> τὸν <num>Ε</num> πολλαπλασιάσαντες 
τοὺς <num>Θ</num>, <num>Κ</num> πεποιήκασιν, ἔστιν ἄρα ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, 
<lb rend="displayNum" n="30"/>οὕτως ὁ <num>Θ</num> πρὸς τὸν <num>Κ</num>. ἀλλʼ ὡς ὁ <num>Α</num> πρὸς τὸν <num>Β</num>, οὕτως 
ὅ τε <num>Ζ</num> πρὸς τὸν <num>Η</num> καὶ ὁ <num>Η</num> πρὸς τὸν <num>Θ</num>. καὶ ὡς ἄρα ὁ <num>Ζ</num> 
πρὸς τὸν <num>Η</num>, οὕτως ὅ τε <num>Η</num> πρὸς τὸν <num>Θ</num> καὶ ὁ <num>Θ</num> πρὸς τὸν <num>Κ</num>·  
οἱ <num>Γ</num>, <num>Δ</num>, <num>Ε</num> ἄρα καὶ οἱ <num>Ζ</num>, <num>Η</num>, <num>Θ</num>, <num>Κ</num> ἀνάλογόν εἰσιν ἐν τῷ 
τοῦ <num>Α</num> πρὸς τὸν <num>Β</num> λόγῳ. λέγω δή, ὅτι καὶ ἐλάχιστοι. 
<lb rend="displayNum" n="35"/>ἐπεὶ γὰρ οἱ <num>Α</num>, <num>Β</num> ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον 
ἐχόντων αὐτοῖς, οἱ δὲ ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον 
ἐχόντων πρῶτοι πρὸς ἀλλήλους εἰσίν, οἱ <num>Α</num>, <num>Β</num> ἄρα πρῶτοι 
πρὸς ἀλλήλους εἰσίν. καὶ ἑκάτερος μὲν τῶν <num>Α</num>, <num>Β</num> ἑαυτὸν 
πολλαπλασιάσας ἑκάτερον τῶν <num>Γ</num>, <num>Ε</num> πεποίηκεν, ἑκάτερον 
<lb rend="displayNum" n="40"/>δὲ τῶν <num>Γ</num>, <num>Ε</num> πολλαπλασιάσας ἑκάτερον τῶν <num>Ζ</num>, <num>Κ</num> πεποίηκεν· 
οἱ <num>Γ</num>, <num>Ε</num> ἄρα καὶ οἱ <num>Ζ</num>, <num>Κ</num> πρῶτοι πρὸς ἀλλήλους 
εἰσίν. ἐὰν δὲ ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, οἱ 
δὲ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους ὦσιν, ἐλάχιστοί 
εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς. οἱ <num>Γ</num>, <num>Δ</num>, <num>Ε</num>
<lb rend="displayNum" n="45"/>ἄρα καὶ οἱ <num>Ζ</num>, <num>Η</num>, <num>Θ</num>, <num>Κ</num> ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον 
ἐχόντων τοῖς <num>Α</num>, <num>Β</num>· ὅπερ ἔδει δεῖξαι. </p><p>Πόρισμα </p><p>ἐκ δὴ τούτου φανερόν, ὅτι ἐὰν τρεῖς ἀριθμοὶ ἑξῆς ἀνάλογον 
ἐλάχιστοι ὦσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, 
<lb rend="displayNum" n="50"/>οἱ ἄκροι αὐτῶν τετράγωνοί εἰσιν, ἐὰν δὲ τέσσαρες, κύβοι.</p></div><div type="textpart" subtype="number" n="3"><p>ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι 
τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, οἱ ἄκροι αὐτῶν 
πρῶτοι πρὸς ἀλλήλους εἰσίν.  </p><p>ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι 
<lb rend="displayNum" n="5"/>τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς οἱ <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num>· λέγω, 
ὅτι οἱ ἄκροι αὐτῶν οἱ <num>Α</num>, <num>Δ</num> πρῶτοι πρὸς ἀλλήλους εἰσίν. </p><p>εἰλήφθωσαν γὰρ δύο<figure/> 
μὲν ἀριθμοὶ ἐλάχιστοι ἐν 
τῷ τῶν <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> λόγῳ 
<lb rend="displayNum" n="10"/>οἱ <num>Ε</num>, <num>Ζ</num>, τρεῖς δὲ οἱ <num>Η</num>, 
Θ, <num>Κ</num>, καὶ ἑξῆς ἑνὶ πλείους, 
ἕως τὸ λαμβανόμενον 
πλῆθος ἴσον γένηται 
τῷ πλήθει τῶν <num>Α</num>, <num>Β</num>, 
<lb rend="displayNum" n="15"/>Γ, <num>Δ</num>. εἰλήφθωσαν καὶ 
ἔστωσαν οἱ <num>Λ</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ξ</num>. </p><p>καὶ ἐπεὶ οἱ <num>Ε</num>, <num>Ζ</num> ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον 
ἐχόντων αὐτοῖς, πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἐπεὶ 
<lb rend="displayNum" n="15"/>ἑκάτερος τῶν <num>Ε</num>, <num>Ζ</num> ἑαυτὸν μὲν πολλαπλασιάσας ἑκάτερον 
<lb rend="displayNum" n="20"/>τῶν <num>Η</num>, <num>Κ</num> πεποίηκεν, ἑκάτερον δὲ τῶν <num>Η</num>, <num>Κ</num> πολλαπλασιάσας 
ἑκάτερον τῶν <num>Λ</num>, <num>Ξ</num> πεποίηκεν, καὶ οἱ <num>Η</num>, <num>Κ</num> 
ἄρα καὶ οἱ <num>Λ</num>, <num>Ξ</num> πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἐπεὶ οἱ 
Α, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων 
αὐτοῖς, εἰσὶ δὲ καὶ οἱ <num>Λ</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ξ</num> ἐλάχιστοι ἐν τῷ αὐτῷ 
<lb rend="displayNum" n="25"/>λόγῳ ὄντες τοῖς <num>Α</num>, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num>, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν 
Α, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> τῷ πλήθει τῶν <num>Λ</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ξ</num>, ἕκαστος ἄρα τῶν 
Α, <num>Β</num>, <num>Γ</num>, <num>Δ</num> ἑκάστῳ τῶν <num>Λ</num>, <num>Μ</num>, <num>Ν</num>, <num>Ξ</num> ἴσος ἐστίν· ἴσος ἄρα  
ἐστὶν ὁ μὲν <num>Α</num> τῷ <num>Λ</num>, ὁ δὲ <num>Δ</num> τῷ <num>Ξ</num>. καί εἰσιν οἱ <num>Λ</num>, <num>Ξ</num> πρῶτοι 
πρὸς ἀλλήλους. καὶ οἱ <num>Α</num>, <num>Δ</num> ἄρα πρῶτοι πρὸς ἀλλήλους 
<lb rend="displayNum" n="30"/>εἰσίν· ὅπερ ἔδει δεῖξαι.</p></div></div></div></div></body></text></TEI>