ἀμβλεῖα γωνία ἐστὶν ἡ μείζων ὀρθῆς. ὀξεῖα δὲ ἡ ἐλάσσων ὀρθῆς. ὅρος ἐστίν, ὅ τινός ἐστι πέρας. σχῆμά ἐστι τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον. κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἣ καλεῖται περιφέρεια , πρὸς ἣν ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις εἰσίν.