Καὶ διὰ τοῦτο καὶ σωμάτων ἀνάστασιν ἔσεσθαι πεπιστεύκαμεν μετὰ τὴν τῶν ὅλων συντέλειαν, οὐχ ὡς οἱ Στωϊκοὶ δογματίζουσι κατά τινας κύκλων περιόδους, γινομένων ἀεὶ καὶ ἀπογινομένων τῶν αὐτῶν οὐκ ἐπί τι χρήσιμον, ἅπαξ δέ, τῶν καθ᾿ ἡμᾶς αἰώνων πεπερασμένων, καὶ εἰς τὸ παντελὲς διὰ μόγων τῶν ἀνθρώπων τὴν σύστασιν ἔσεσθαι χάριν κρίσεως. Δικάζουσι δὲ ἡμῖν οὐ Μίνως οὐδὲ Ῥαδάμανθυς, ὧν πρὸ τῆς τελευτῆς οὐδεμία τῶν ψυχῶν ὡς μυθολογοῦσιν ἐκρίνετο· δοκιμαστὴς δὲ αὐτὸς ὁ ποιητὴς θεὸς γίνεται. Κἂν γὰρ πάνυ φληνάφους καὶ σπερμολόγους ἡμᾶς νομίσητε, μέλον οὐκ ἔστιν ἡμῖν, ἐπεὶ τούτῳ τῷ λόγῳ πεπιστεύκαμεν. Ὥσπερ γὰρ οὐκ ὢν πρὶν ἢ γενέσθαι τίς ἤμην οὐκ ἐγίνωσκον, μόνον δὲ ἐν ὑποστάσει τῆς σαρκικῆς ὕλης ὑπῆρχον, γεγονὼς δὲ ὁ μὴ πάλαι διὰ τῆς γενέσεως τὸ εἶναι πεπίστευκα· τὸν αὐτὸν τρόπον ὁ γενόμενος καὶ διὰ θανάτου μηκέτι ὤν, αὖθίς τε μηκέθ᾿ ὁρώμενος, ἔσομαι πάλιν, ὥσπερ μὴ πάλαι γεγονὼς εἶτα γεννηθείς. Κἂν πῦρ ἐξαφανίσῃ μου τὸ σαρκίον, ἐξατμισθεῖσαν τὴν ὕλην ὁ κόσμος κεχώρηκεν· κἂν ἐν ποταμοῖς, κἂν ἐν θαλάτταις ἐκδαπανηθῶ, κἂν ὑπὸ θηρίων διασπασθῶ, ταμείοις ἐναπόκειμαι πλουσίου δεσπότου. Καὶ ὁ μὲν πτωχὸς καὶ ἄθεος οὐκ οἶδε τὰ ἀποκείμενα· θεὸς δὲ ὁ βασιλεύων, ὅτε βούλεται, τὴν ὁρατὴν αὐτῷ μόνῳ ὑπόστασιν ἀποκαταστήσει πρὸς τὸ ἀρχαῖον. Λόγος γὰρ ὁ ἐπουράνιος, πνεῦμα γεγονὼς ἀπὸ τοῦ πατρὸς καὶ λόγος ἐκ τῆς λογικῆς δυνάμεως, κατὰ τὴν τοῦ γεννήσαντος αὐτὸν πατρὸς μίμησιν εἰκόνα τῆς ἀθανασίας τὸν ἄνθρωπον ἐποίησεν, ἵνα, ὥσπερ ἡ ἀφθαρσία παρὰ τῷ θεῷ, τὸν αὐτὸν τρόπον θεοῦ μοῖραν ἄνθρωπος μεταλαβὼν ἔχῃ καὶ τὸ ἀθάνατον. Ὁ μὲν οὖν λόγος πρὸ τῆς τῶν ἀνδρῶν κατασκευῆς ἀγγέλων δημιουργὸς γίνεται. Τὸ δὲ ἑκάτερον τῆς ποιήσεως εἶδος αὐτεξούσιον γέγονε, τἀγαθοῦ φύσιν μὴ ἔχον, ὃ πάλιν μόνον παρὰ τῷ θεῷ, τῇ δὲ ἐλευθερίᾳ τῆς προαιρέσεως ὑπὸ τῶν ἀνθρώπων ἐκτελειούμενον· ὅπως ὁ μὲν φαῦλος δικαίως κολάζηται, δι᾿ αὐτὸν γεγονὼς μοχθηρός, ὁ δὲ δίκαιος χάριν τῶν ἀνδραγαθημάτων ἀξίως ἐπαινῆται, κατὰ τὸ αὐτεξούσιον τοῦ θεοῦ μὴ παραβὰς τὸ βούλημα. Καὶ τὰ μὲν περὶ τοὺς ἀγγέλους καὶ ἀνθρώπους τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ τοῦ λόγου δύναμις ἔχουσα παρ᾿ ἑαυτῇ προγνωστικὸν τὸ μέλλον ἀποβαίνειν, οὐ καθ᾿ εἱμαρμένην, τῇ δὲ τῶν αἱρουμένων αὐτεξουσίων γνώμῃ, τῶν μελλόντων προὔλεγε τὰς ἀποβάσεις· καὶ τῆς μὲν πονηρίας κωλυτὴς ἐγίνετο δι᾿ ἀπαγορεύσεων, τῶν δὲ μενόντων ἀγαθῶν ἐγκωμιαστής. Καὶ ἐπειδή τινι φρονιμωτέρῳ παρὰ τοὺς λοιποὺς ὄντι διὰ τὸ πρωτόγονον συνεξηκολούθησαν καὶ θεὸν ἀνέδειξαν οἱ ἄνθρωποι καὶ τὸν ἐπανιστάμενον τῷ νόμῳ τοῦ θεοῦ, τότε ἡ τοῦ λόγου δύναμις τόν τε ἄρξαντα τῆς ἀπονοίας καὶ τοὺς συνακολουθήσαντας τούτῳ τῆς σὺν αὐτῷ διαίτης παρῃτήσατο. Καὶ ὁ μὲν κατ᾿ εἰκόνα τοῦ θεοῦ γεγονώς, χωρισθέντος ἀπ᾿ αὐτοῦ τοῦ πνεύματος τοῦ δυνατωτέρου, θνητὸς γίνεται· διὰ δὲ τὴν παράβασιν καὶ τὴν ἄγνοιαν ὁ πρωτόγονος δαίμων ἀποδείκνυται, καὶ τοῦτον οἱ μιμησάμενοι, τούτου δὲ τὰ φαντάσματα, δαιμόνων στρατόπεδον ἀποβεβήκασι καὶ διὰ τὸ αὐτεξούσιον τῇ σφῶν ἀβελτηρίᾳ παρεδόθησαν. Ὑπόθεσις δὲ αὐτοῖς τῆς ἀποστασίας οἱ ἄνθρωποι γίνονται. Διάγραμμα γὰρ αὐτοῖς ἀστροθεσίας ἀναδείξαντες, ὥσπερ οἱ τοῖς κύβοις παίζοντες, τὴν εἱμαρμένην εἰσηγήσαντο λίαν ἄδικον. Ὅ τε γὰρ κρίνων καὶ ὁ κρινόμενος καθ᾿ εἱμαρμένην εἰσὶ γεγονότες, καὶ οἱ φονεύοντες καὶ οἱ φονευόμενοι, καὶ οἱ πλουτοῦντες καὶ οἱ πενόμενοι, τῆς αὐτῆς εἱμαρμένης ὑπάρχουσιν ἀπογεννήματα· πᾶσα τε γένεσις, ὥσπερ ἐν θεάτρῳ, τερπωλὴν παρέσχε τούτοις, παρ᾿ οἷς, ὥς φησιν Ὅμηρος, Ἄσβεστος δ᾿ ἄρ᾿ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν. Οἱ γὰρ τοὺς μονομαχοῦντας βλέποντες καὶ θάτερος θατέρῳ σπουδάζων, καὶ ὁ γαμῶν καὶ παιδοφθορῶν καὶ μοιχεύων, γελῶν τε καὶ ὀργιζόμενος, φεύγων τε καὶ τιτρωσκόμενος, πῶς οὐχὶ θνητὸς εἶναι νομισθήσεται; Δι᾿ ὧνπερ γὰρ ἑαυτοὺς ὁποῖοί τινες πεφύκασι τοῖς ἀνθρώποις πεφανερώκασι, διὰ τούτων τοὺς ἀκούοντας ἐπὶ τὰ ὅμοια προετρέψαντο. Καὶ μήτι γε οἱ δαίμονες αὐτοὶ μετὰ τοῦ ἡγουμένου αὐτῶν Διὸς ὑπὸ τὴν εἱμαρμένην πεπτώκασι, τοῖς αὐτοῖς πάθεσιν ὥσπερ καὶ οἱ ἄνθρωποι κρατηθέντες; Καὶ ἄλλως δὲ πῶς τιμητέον τούτους παρ᾿ οἷς δογμάτων ἐναντιότης ἐστὶ πολλή; Ῥέαν μὲν γάρ, ἣν οἱ ἀπὸ τῶν Φρυγίων ὁρῶν Κυβέλην φασίν, ἀποτμήσεις αἰδοίων νενομοθετηκέναι διὰ τὸν ἐρώμενον ταύτης Ἄττιν· Ἀφροδίτη δὲ γάμου πλοκαῖς ἥδεται. Μάγος ἐστὶν Ἄρτεμις, θεραπεύει ὁ Ἀπόλλων. Καὶ μετὰ τὴν Γοργοῦς καρατομίαν, τῆς Ποσειδῶνος ἐρωμένης, ἀφ᾿ ἧς Πήγασος ὁ ἵππος καὶ ὁ Χρυσάωρ ἀνέθορε, τὰς σταγόνας τῶν αἱμάτων ἡ Ἀθηνᾶ καὶ Ἀσκληπιὸς διενείμαντο· καὶ ὁ μὲν ἀπ᾿ αὐτῶν ἔσωζεν, ἡ δὲ ἀπὸ τῶν ὁμοίων λύθρων ἀνθρωποκτόνος καὶ πολεμοποιὸς ἐγίνετο. Ταύτην μοι δοκοῦσιν Ἀθηναῖοι μὴ βουληθέντες διαβάλλειν καὶ τὸν ἀπὸ τῆς Ἡφαίστου μίξεως γινόμενον τῇ γῇ προσάπτειν, ἵνα μὴ νομίζηται καθάπερ ἡ Ἀταλάντη διὰ τὸν Μελέαγρον οὕτω καὶ ἡ Ἀθηνᾶ διὰ τὸν Ἥφαιστον τῆς ἀνδρείας ἐστερῆσθαι. Ὁ γὰρ ἀμφιγυήεις, ὡς εἰκός, ὁ πόρπας καὶ γναμπτὰς ἕλικας δημιουργῶν, τοῖς κοροκοσμίοις ἠπάτησε τὴν ἀμήτορα παῖδα καὶ ὀρφανήν. Ποσειδῶν ναυτίλλεται, πολέμοις Ἄρης ἥδεται, κιθαριστής ἐστιν ὁ Ἀπόλλων, Θηβαίοις Διόνυσος τυραννεῖ, Κρόνος τυραννοκτονεῖ. Ζεὺς καὶ θυγατρὶ συγγίνεται, καὶ ἡ θυγάτηρ ἀπ᾿ αὐτοῦ κύει. Μαρτυρήσει μοι νῦν Ἐλευσὶς καὶ δράκων ὁ μυστικὸς καὶ Ὀρφεὺς ὁ Θύρας δ᾿ ἐπίθεσθε βεβήλοις λέγων. Ἀϊδωνεὺς ἁρπάζει τὴν Κόρην, καὶ αἱ πράξεις αὐτοῦ γεγόνασι μυστηρια· κλαίει Δημήτηρ τὴν θυγατέρα, καί τινες ἀπατῶνται διὰ τοὺς Ἀθηναίους. Ἐν τῷ τεμένει τοῦ Λητοΐδου καλεῖταί τις Ὀμφαλός· ὁ δὲ Ὀμφαλὸς τάφος ἐστὶν Διονύσου. Ἐπαινῶ σε νῦν, ὦ Δάφνη· τὴν ἀκρασίαν τοῦ Ἀπόλλωνος νικήσασα ἤλεγξας αὐτοῦ τὴν μαντικήν, ὅτι μὴ προγνοὺς τὰ περὶ σὲ τῆς αὐτοῦ τέχνης οὐκ ὤνατο. Λεγέτω μοι νῦν ὁ ἑκατηβόλος, πῶς Ὑάκινθον διεχρήσατο Ζέφυρος. Ζέφυρος αὐτὸν νενίκηκε· καί, τοῦ τραγῳδοποιοῦ λέγοντος Αὔρα θεῶν ὄχημα τιμιώτατον, ὑπὸ βραχείας αὔρας νικηθεὶς ἀπώλεσε τὸν ἐρώμενον. Τοιοῦτοί τινές εἰσιν οἱ δαίμονες· οὗτοι οἳ τὴν εἱμαρμένην ὥρισαν. Στοιχείωσις δὲ αὐτοῖς ἡ ζώωσις ἦν. Τὰ γὰρ ἐπὶ τῆς γῆς ἑρπετὰ καὶ τὰ ἐν τοῖς ὕδασι νηκτὰ καὶ τὰ ἐπὶ τοῖς ὄρεσι τετράποδα, μεθ᾿ ὧν ἐποιοῦντο τὴν δίαιταν ἔκβλητοι τῆς ἐν οὐρανῷ διαίτης γεγενημένοι, ταῦτα τῆς ἐπουρανίου τιμῆς ἠξίωσαν, ἵνα τε νομισθῶσιν αὐτοὶ διατρίβειν ἐν οὐρανῷ καὶ τὴν ἄλογον ἐπὶ γῆς πολιτείαν εὔλογον διὰ τῆς ἀστροθεσίας ἀποδείξωσιν. Ὥστε ὁ θυμικὸς καὶ ὁ ἐπίμοχθος, καὶ ὁ ἐγκρατευόμενος καὶ ὁ ἀκρατής, καὶ ὁ πτωχεύων καὶ ὁ πλουτῶν, ἀπ᾿ αὐτῶν ἐστι τῶν νομοθετησάντων τὴν γένεσιν. Ἡ γὰρ τοῦ ζωδιακοῦ κύκλου γραφὴ θεῶν ἐστι ποίημα. Καὶ τὸ ἐπικρατῆσαν, ὥς φασιν, ἑνὸς αὐτῶν φῶς τοὺς πλείονας παραβραβεύει· καὶ ὁ νικώμενος εἰς αὖθις νῦν ἐπικρατεῖν εἴωθεν. Εὐαρεστοῦσι δὲ αὐτοῖς οἱ ἑπτὰ πλανῆται, ὥσπερ οἱ ἐν τοῖς πεττοῖς ἀθύροντες. Ἡμεῖς δὲ καὶ εἱμαρμένης ἐσμὲν ἀνώτεροι, καὶ ἀντὶ πλανητῶν δαιμόνων ἕνα τὸν ἀπλανῆ δεσπότην μεμαθήκαμεν, καὶ οὐ καθ᾿ εἱμαρμένην ἀγόμενοι τοὺς ταύτης νομοθέτας παρῃτήμεθα. Λέγε μοι πρὸς τοῦ θεοῦ, Τριπτόλεμος ἔσπειρε τοὺς πυρούς, καὶ μετὰ τὸ πένθος εὐεργετεῖ τοὺς Ἀθηναίους; Διὰ τί δὲ ἡ Δημήτηρ τῆς θυγατρὸς μὴ ἀπολωλυίας τῶν ἀνθρώπων εὐεργέτις οὐκ ἐγένετο; Κύων ὁ τῆς Ἠριγόνης ἐν οὐρανῷ δείκνυται καὶ Σκορπίος ὁ τῆς Ἀρτέμιδος βοηθὸς καὶ Χείρων ὁ Κένταυρος καὶ ἡ ἡμίτομος Ἀργὼ καὶ ἡ Καλλιστοῦς ἄρκτος. Εἶτα πῶς πρὶν τούτους περὶ τὰς προειρημένας πράξεις γενέσθαι ἀκόσμητος ἦν ὁ οὐρανός; Τίνε δὲ οὐ γελοῖον εἶναι δόξει τὸ κατὰ μέν τινας διὰ τὴν Σικελίαν ἀστροθετούμενον Δελτωτόν, κατ᾿ ἐνίους δὲ τῆς τοῦ Διὸς προσωνυμίας πρωτότυπον στοιχεῖον; Διὰ τί γὰρ οὐχὶ καὶ ἡ Σαρδὼ καὶ ἡ Κύπρος ἐν οὐρανῷ τετίμηνται; Τίνος δὲ ἕνεκεν οὐχὶ καὶ τῶν τοῦ Διὸς ἀδελφῶν, οἵ διενείμαντο τὰς βασιλείας, γραμμάτων σχηματουργίαι κατεστηρίχθησαν; Πῶς τε ὁ πεδηθεὶς Κρόνος καὶ τῆς βασιλείας ἔκβλητος γενόμενος τῆς εἱμαρμένης οἰκονόμος καθίσταται; Πῶς τε βασιλείας ὁ μηκέτι βασιλεύων δίδωσι; Καταβάλλετε τοιγαροῦν τὸν λῆρον, καὶ μὴ διὰ τὸ μισεῖν ἡμᾶς ἀδίκως παρανομήσητε. Μεταμόρφωσις ἀνθρώποις μεμυθολόγηται· μεταμορφοῦνται δὲ παρ᾿ ὑμῖν καὶ οἱ θεοί. Δένδρον ἡ Ῥέα γίνεται, δράκων δὲ ὁ Ζεὺς διὰ τὴν Φερσέφατταν, αἴγειροι αἱ τοῦ Φαέθοντος ἀδελφαί, καὶ ἡ Λητὼ ζῶον εὐτελές, δι᾿ ἣν Ὀρτυγία Δῆλος ἡ νῦν κέκληται. Θεὸς εἰπέ μοι κύκνος γίνεται, καὶ τὴν ἀετοῦ μορφὴν ἀναλαμβάνει, καὶ δι᾿ οἰνοχοΐαν τοῦ Γανυμήδους τῇ παιδεραστίᾳ σεμνύνεται; Τί μοι σέβειν θεοὺς δωρολήπτας, καὶ ὀργιζομένους ἂν μὴ λάβωσιν; Ἐχέτωσαν οὗτοι τὴν εἱμαρμένην· τοὺς πλανήτας προσκυνεῖν οὐ βούλομαι. Τίς ἐστιν ὁ Βερενίκης πλόκαμος; Ποῦ δὲ οἱ ἀστέρες αὐτῆς πρὶν τὴν προειρημένην ἀποθανεῖν; Πῶς δὲ ὁ τεθνεὼς Ἀντίνοος μειράκιον ἐν τῇ σελήνῃ ὡραῖον καθίδρυται; Τίς ὁ ἀναβιβάσας αὐτόν, εἰ μή τις καὶ τοῦτον, ὡς τοὺς βασιλέας μισθοῦ δι᾿ ἐπιορκίας τις, τοὺς θεοὺς καταγελῶν, εἰς τὸν οὐρανὸν ἀνεληλυθέναι φήσας πεπίστευται, κατὰ τὸ ὅμοιον θεολογήσας τιμῆς καὶ δωρεᾶς ἠξίωται; Τί μοι τὸν θεον σεσυλήκατε; Τί δὲ αὐτοῦ τὴν ποίησιν ἀτιμάζετε; Θύεις πρόβατον, τὸ δ᾿ αὐτὸ προσκυνεῖς· ταῦρός ἐστιν ἐν οὐρανῷ, καὶ τὴν εἰκόνα σφάττεις αὐτοῦ. Ζῶον πονηρὸν ὁ ἐνγόνασι ἐκθλίβει· καὶ τὸν ἀνθρωποποιὸν Προμηθία καταφαγών ἀετὸς τετίμηται. Καλὸς ὁ κύκνος, ὅτι μοιχὸς ἦν· καλοὶ δὲ καὶ οἱ ἑτεροήμεροι Διόσκουροι, τῶν Λευκιππίδων οἱ ἁρπασταί. Κρείττων ἡ Ἑλένη, τὸν μὲν καρήξανθον Μενέλαον καταλιποῦσα, τῷ δὲ μιτρηφόρῳ καὶ πολυχρύσῳ Πάριδι κατακολουθοῦσα. Λίκαιος καὶ Σώφρων, ὁ τὴν ἐκπορνεύσασαν εἰς Ἠλύσια πεδία μετατεθεικώς. Ἀλλ᾿ οὐδὲ ἡ Τυνδαρὶς ἀπηθανάτισται· καὶ σοφῶς ὁ Εὐριπίδης ὑπὸ Ὀρέστου τῆς προειρημένης γυναικὸς τὴν ἀναίρεσιν παρεισήγαγε.