Παύσασθε λόγους ἀλλοτρίους θριαμβεύοντες καὶ ὥσπερ ὁ κολοιὸς οὐκ ἰδίοις ἐπικοσμούμενοι πτεροῖς. Ἑκάστη πόλις ἐὰν ἀφέληται τὴν ἰδίαν αὐτῆς ἀφ᾿ ὑμῶν λέξιν, ἐξαδυνατήσουσιν ὑμῖν τὰ σοφίσματα. Ζητοῦντες τίς ὁ θεός, τὰ ἐν ὑμῖν ἀγνοεῖτε· κεχηνότες δὲ εἰς τὸν οὐρανὸν κατὰ βαράθρων πίπτετε. Λαβυρίνθοις ἐοίκασιν ὑμῶν τῶν βιβλίων αἱ ἀναθέσεις, οἱ δὲ ἀναγινώσκοντες τῷ πίθῳ τῶν Δαναΐδων. Τί μοι μερίζετε τὸν χρόνον, λέγοντες τὸ μέν τι εἶναι παρῳχηκὸς αὐτοῦ, τὸ δὲ ἐνεστός, τὸ δὲ μέλλον; Πῶς γὰρ δύναται παρελθεῖν ὁ μέλλων, εἰ ἔστιν ὁ ἐνεστώς; Ὥσπερ δὲ οἱ ἐμπλέοντες τῆς νεὼς φερομένης οἴονται διὰ τὴν ἀμαθίαν ὅτι τὰ ὄρη τρέχουσιν, οὕτω καὶ ὑμεῖς οὐ γινώσκετε παρατρέχοντας μὲν ὑμᾶς, ἑστῶτα δὲ τὸν αἰῶνα, μέχρις ἂν αὐτὸν ὁ ποιήσας εἶναι θελήσῃ. Διὰ τί γὰρ ἐγκαλοῦμαι λέγων τὰ ἐμά, τὰ δέ μου πάντα καταλύειν σπεύδετε; Μὴ γὰρ οὐχ ὑμεῖς κατὰ τὸν ὅμοιον τρόπον ἡμῖν γεγένησθε, τῆς αὐτῆς τοῦ κόσμου διοικήσεως μετειληφότες; Τί φάσκετε σοφίαν εἶναι παρ᾿ ὑμῖν μόνοις, οὐκ ἔχοντες ἄλλον ἥλιον οὐδ᾿ ἀστέρων ἐπιφοιτήσεις καὶ γένεσιν διαφορωτέραν, θάνατόν τε παρὰ τοὺς ἄλλους ἀνθρώπους ἐξαίρετον; Ἀρχὴ τῆς φλυαρίας ὑμῖν γεγόνασιν οἱ γραμματικοί, καὶ οἱ μερίζοντες τὴν σοφίαν τῆς κατὰ ἀλήθειαν σοφίας ἀπετμήθητε, τὰ δὲ ὀνόματα τῶν μερῶν ἀνθρώποις προσενείματε· καὶ τὸν μὲν θεὸν ἀγνοεῖτε, πολεμοῦντες δὲ ἑαυτοῖς ἀλλήλους καθαιρεῖτε. Καὶ διὰ τοῦτο πάντες οὐδέν ἐστε· σφετερίζοντες μὲν τοὺς λόγους, διαλεγόμενοι δὲ καθάπερ τυφλὸς κωφῷ. Τί κατέχετε σκεύη τεκτονικά, τεκταίνειν μὴ γινώσκοντες; Τί λόγους ἐπαναιρεῖσθε, τῶν ἔργων μακρὰν ἀφεστῶτες, φυσώμενοι μὲν διὰ δόξης, ἐν δὲ ταῖς συμφοραῖς ταπεινούμενοι; Παρὰ λόγον καταχρᾶσθε τοῖς σχήμασι· δημοσίᾳ μὲν γὰρ πομπεύετε, τοὺς δὲ λόγους ἐπὶ τὰς γωνίας ἀποκρύπτετε. Τοιούτους ὑμᾶς ἐπιγνόντες καταλελοίπαμεν, καὶ τῶν ὑμετέρων οὐκέτι ψαύομεν, θεοῦ δὲ λόγῳ κατακολουθοῦμεν. Τί γάρ, ἄνθρωπε, τῶν γραμμάτων ἐξαρτύεις τὸν πόλεμον; Τί δὲ ὡς ἐν πυγμῇ συγκρούεις τὰς ἐκφωνήσεις ἀυτῶν διὰ τῶν Ἀθηναίων ψελλισμῶν, δέον σε λαλεῖν φυσικώτερον; Εἰ γὰρ ἀττικίζεις οὐκ ὢν Ἀθηναῖος, λέγε μοι τοῦ μὴ δωρίζειν τὴν αἰτίαν. Πῶς τὸ μὲν εἶναί σοι δοκεῖ βαρβαρικώτερον, τὸ δὲ πρὸς τὴν ὁμιλίαν ἱλαρώτερον; Εἰ δὲ σὺ τῆς ἐκείνων ἀντέχῃ παιδείας, τί μοι δόξας αἱρουμένῳ δογμάτων ὧν θέλω διαμάχῃ; Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν λῃστὴν διὰ τὸ ἐπικατηγορούμενον ὄνομα μὴ κολάζειν, πρὶν ἢ τἀληθὲς ἐπ᾿ ἀκριβείᾳ καταμανθάνειν, ἡμᾶς δὲ προλήμματι λοιδορίας ἀνεξετάστῳ μεμισηκέναι; Διαγόρας Ἀθηναῖος ἦν, ἀλλὰ τοῦτον ἐξορχησάμενον τὰ παρ᾿ Ἀθηναίοις μυστήρια τετιμωρήκατε· καὶ τοῖς Φρυγίοις αὐτοῦ λόγοις ἐντυγχάνοντες ἡμᾶς μεμισήκατε. Λέοντος κεκτημένοι τὰ ὑπομνήματα πρὸς τοὺς ἀφ᾿ ἡμῶν ἐλέγχους δυσχεραίνετε· καὶ τὰς περὶ τῶν κατ᾿ Αἴγυπτον θεῶν δόξας Ἀπίωνος ἔχοντες παρ᾿ ἑαυτοῖς ὡς ἀθεωτάτους ἡμᾶς ἐκκηρύττετε. Τάφος τοῦ Ὀλυμπίου Διὸς καθ᾿ ὑμᾶς δείκνυται, κἂν ψεύδεσθαί τις τοὺς Κρῆτας λέγῃ. Τῶν πολλῶν θεῶν ἡ ὁμήγυρις οὐδέν ἐστι. Κἂν ὁ καταφρονῶν αὐτῶν Ἐπίκουρος δᾳδουχῇ, τοὺς ἄρχοντας οὐδὲν πλέον τοῦ θεοῦ κατάληψιν ἣν ἔχω περὶ τῶν ὅλων ταύτην οὐκ ἀποκρύπτομαι. Τί μοι συμβουλεύεις ψεύσασθαι τὴν πολιτείαν; Τί δὲ λέγων θανάτου καταφρονεῖν διὰ τέχνης φεύγειν αὐτὸν καταγγέλλεις; Ἐγὼ μὲν οὐκ ἔχω καρδίαν ἐλάφου· τὰ δὲ τῶν ὑμετέρων λόγων ἐπιτηδεύματα κατὰ τὸν ἀμετροεπῆ Θερσίτην γίνεται. Πῶς πεισθήσομαι τῷ λέγοντι μύδρον τὸν ἥλιον καὶ τὴν σελήνην γῆν; Τὰ γὰρ τοιαῦτα λόγων ἐστὶν ἅμιλλα καὶ οὐκ ἀληθείας διακόσμησις. Ἢ πῶς οὐκ ἠλίθιον πείθεσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ᾿ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν, κατεληλυθέναι τε ἀπ᾿ αὐτῆς λέοντα τὸν ὑφ᾿ Ἡρακλέους φονευθέντα; Τί δ᾿ ἂν ὠφελήσειε λέξις Ἀττικὴ καὶ φιλοσόφων σωρεία καὶ συλλογισμῶν πιθανότητες καὶ μέτρα γῆς καὶ ἄστρων θέσεις καὶ ἡλίου δρόμοι; Τὸ γὰρ περὶ τοιαύτην ἀσχολεῖσθαι ζήτησιν νομοθετοῦντός ἐστιν ἔργον ἑαυτῷ τὰ δόγματα. Διὰ τοῦτο καὶ τῆς παρ᾿ ὑμῖν κατέγνων νομοθεσίας. Μίαν μὲν γὰρ ἐχρῆν εἶναι καὶ κοινὴν ἁπάντων τὴν πολιτείαν· νυνὶ δὲ ὅσα γένη πόλεων τοσαῦται καὶ τῶν νόμων θέσεις, ὡς εἶναι τὰ παρ᾿ ἐνίοις αἰσχρὰ παρά τισι σπουδαῖα. Νομίζουσι γοῦν Ἕλληνες φευκτὸν εἶναι τὸ συγγίνεσθαι μητρί, κάλλιστον δὲ τὸ τοιοῦτόν ἐστιν ἐπιτήδευμα παρὰ τοῖς Περσῶν μάγοις· καὶ παιδεραστία μὲν ὑπὸ βαρβάρων διώκεται, προνομίαις δὲ ὑπὸ Ῥωμαίων ἠξίωται, παίδων ἀγέλας ὥσπερ ἵππων φορβάδων συναγείρειν αὐτῶν πειρωμένων. Ταῦτα οὖν ἰδών, ἔτι δὲ καὶ μυστηρίων μεταλαβών, καὶ τὰς παρὰ πᾶσι θρησκείας δοκιμάσας διὰ θηλυδριῶν καὶ ἀνδρογύνων συνισταμένας, εὑρὼν δὲ παρὰ μὲν Ῥωμαίοις τὸν κατ᾿ αὐτοὺς Λατιάριον Δία λύθροις ἀνθρώπων καὶ τοῖς ἀπὸ τῶν ἀνδροκτασιῶν αἵμασι τερπόμενον, Ἄρτεμιν δὲ οὐ μακρὰν τῆς μεγάλης πόλεως τῶν αὐτῶν πράξεων ἐπανῃρημένην τὸ εἶδος, ἄλλον τε ἀλλαχῆ δαίμονα κακοπραγίας ἐπαναστάσεις πραγματευόμενον, κατ᾿ ἐμαυτὸν γενόμενος ἐζήτουν ὅτῳ τρόπῳ τἀληθὲς ἐξευρεῖν δύνωμαι. Περινοοῦντι δέ μοι τὰ σπουδαῖα συνέβη γραφαῖς τισιν ἐντυχεῖν βαρβαρικαῖς, πρεσβυτέραις μὲν ὡς πρὸς τὰ Ἑλλήνων δόγματα, θειοτέραις δὲ ὡς πρὸς τὴν ἐκείνων πλάνην· καί μοι πεισθῆναι ταύταις συνέβη διά τε τῶν λέξεων τὸ ἄτυφον καὶ τῶν εἰπόντων τὸ ἀνεπιτήδευτον καὶ τῆς τοῦ παντὸς ποιήσεως τὸ εὐκατάληπτον καὶ τῶν μελλόντων τὸ προγνωστικὸν καὶ τῶν παραγγελμάτων τὸ ἐξαίσιον καὶ τῶν ὅλων τὸ μοναρχικόν. Θεοδιδάκτου δέ μου γενομένης τῆς ψυχῆς συνῆκα ὅτι τὰ μὲν καταδίκης ἔχει τρόπον, τὰ δὲ ὅτι λύει τὴν ἐν κόσμῳ δουλείαν, καὶ ἀρχόντων μὲν πολλῶν καὶ μυρίων ἡμᾶς ἀποσπᾷ τυράννων, δίδωσι δὲ ἡμῖν οὐχ ὅπερ μὴ ἐλάβομεν, ἀλλ᾿ ὅπερ λαβόντες ὑπὸ τῆς πλάνης ἔχειν ἐκωλύθημεν. Τούτων οὖν τὴν κατάληψιν μεμυημένος καὶ πεποιημένος βούλομαι καθάπερ τὰ νήπια τῶν βρεφῶν ἀποδύσασθαι. Τὴν γὰρ τῆς πονηρίας σύστασιν ἐοικυῖαν τῇ τῶν βραχυτάτων σπερμάτων ἴσμεν· ἅτε διὰ μικρᾶς ἀφορμῆς τούτου κρατυνθέντος, πάλιν δὲ αὖ λυθησομένου, ἡμῶν πειθομένων λόγοις θεοῦ καὶ μὴ σκορπιζόντων ἑαυτούς. Διά τινος γὰρ ἀποκρύφου θησαυροῦ τῶν ἡμετέρων ἐπεκράτησεν, ὃν ὀρύττοντες κονιορτῷ μὲν ἡμεῖς ἐνεπλήθημεν, τούτῳ δὲ τοῦ συνεστάναι τὴν ἀφορμὴν παρέχομεν. Τὸ γὰρ αὐτοῦ πᾶν ἀποδεχόμενος κτῆμα τοῦ πολυτιμοτέρου πλούτου τὴν ἐξουσίαν ἐχειρώσατο. Ταῦτα μὲν οὖν πρὸς τοὺς ἡμῶν οἰκείους εἰρήσθω. Πρὸς δὲ ὑμᾶς τοὺς Ἕλληνας τί ἂν ἕτερον, ἢ τὸ μὴ τοῖς κρείττοσι λοιδορεῖσθαι, μηδὲ εἰ βάρβαροι λέγοιντο ταύτην λαμβάνειν τῆς χλεύης τὴν ἀφορμήν; Τοῦ γὰρ πάντας ἀλλήλων ὑπακούειν τῆς διαλέκτου μὴ δύνασθαι τὴν αἰτίαν εὑρεῖν, ἢν ἐθέλητε, δυνήσεσθε· ἐξετάζειν γὰρ βουλομένοις τὰ ἡμέτερα ῥᾳδίαν καὶ ἄφθονον ποιήσομαι τὴν διήγησιν.