Οὐ γὰρ μωραίνομεν, ἄνδρες Ἕλληνες, οὐδὲ λήρους ἀπαγγέλλομεν, θεὸν ἐν ἀνθρώπου μορφῇ γεγονέναι καταγγέλλοντες. Οἱ λοιδοροῦντες ἡμᾶς συγκρίνατε τοὺς μύθους ὑμῶν τοῖς ἡμετέροις διηγήμασι. Δηΐφοβος, ὥς φασιν, ἦν ἡ Ἀθηνᾶ διὰ τὸν Ἕκτορα, καὶ χάριν Ἀδμήτου Φοῖβος ἀκειρεκόμης τὰς εἰλίποδας βοῦς ἐποίμαινε, καὶ πρεσβύτις ἀφικνεῖται πρὸς τὴν Σεμέλην ἡ τοῦ Διὸς γαμετή. Τοιαῦτα δὲ μελετῶντες πῶς ἡμᾶς διαγελᾶτε; Τέθνηκεν ὑμῶν ὁ Ἀσκληπιός, καὶ ὁ τὰς πεντήκοντα παρθένους μιᾷ νυκτὶ Θεσπιάσι διακορεύσας βορᾷ πυρὸς ἑαυτὸν παραδοὺς οἴχεται. Προμηθεὺς τῷ Καυκάσῳ προσαρτηθεὶς τιμωρίαν χάριν τῆς εἰς ἀνθρώπους εὐεργεσίας ὑπήνεγκεν. Φθονερὸς ὁ Ζεὺς καθ᾿ ὑμᾶς, καὶ κρύπτει τὸν ὄνειρον τοῖς ἀνθρώποις βουλόμενος ἀπόλλυσθαι. Διόπερ ἀποβλέψαντες πρὸς τὰ οἰκεῖα ἀπομνημονεύματα κἄν ὡς ὁμοίως μυθολογοῦντας ἀποδέξασθε. Καὶ ἡμεῖς μὲν οὐκ ἀφραίνομεν, φλήναφα δὲ τὰ ὑμέτερα. Γένεσιν ἄν λέγητε θεῶν, καὶ θνητοὺς αὐτοὺς ἀποφανεῖσθε. Διὰ τί γὰρ οὐ κύει νῦν ἡ Ἥρα; Πότερον γεγήρακεν, ἤ τοῦ μηνύσαντος ὑμῖν ἀπορεῖται; Πείσθητέ μοι νῦν, ὦ ἄνδρες Ἕλληνες, μηδὲ τοὺς μύθους μηδὲ τοὺς θεοὺς ὑμῶν ἀλληγορήσητε. Κἄν γὰρ τοῦτο πράττειν ἐπιχειρήσητε, θεότης ἡ καθ᾿ ὑμᾶς ἀνῄρηται καὶ ὑφ᾿ ὑμῶν· οἱ γὰρ τοιοῦτοι παρ᾿ ὑμῖν ὄντες οἱ δαίμονες, ὁποῖοι καὶ λέγονται, φαῦλοι τὸν τρόπον εἰσίν, ἢ μεταγενόμενοι πρὸς τὸ φυσικώτερον οὔκ εἰσιν οἷοι καὶ λέγονται. Σέβειν δὲ τῶν στοιχείων τὴν ὑπόστασιν οὔτ᾿ ἂν πεισθείην, οὔτ᾿ ἂν πείσαιμι τὸν πλησίον. Καὶ Μητρόδωρος δὲ ὁ Λαμψακηνὸς ἐν τῷ περὶ Ὁμήρου λίαν εὐήθως διείλεκται, πάντα εἰς ἀλληγορίαν μετάγων. Οὔτε γὰρ Ἥραν οὔτε Ἀθηνᾶν οὔτε Δία τοῦτ᾿ εἶναί φησιν ὅπερ οἱ τοὺς περιβόλους αὐτοῖς καὶ τεμένη καθιδρύσαντες νομίζουσι, φύσεως δὲ ὑποστάσεις καὶ στοιχείων διακοσμήσεις. Καὶ τὸν Ἕκτορα δὲ καὶ τὸν Ἀχιλλέα δηλαδὴ καὶ τὸν Ἀγαμέμνονα καὶ πάντας ἁπαξαπλῶς Ἕλληνάς τε καὶ βαρβάρους σὺν τῇ Ἑλένῃ καὶ τῷ Πάριδι, τῆς αὐτῆς φύσεως ὑπάρχοντας, χάριν οἰκονομίας ἐρεῖτε παρεισῆχθαι, οὐδενὸς ὄντος τῶν προειρημένων ἀνθρώπων. Ταῦτα δὲ ἡμεῖς προετείναμεν ὥσπερ ἐπὶ ὑποθέσεως· τὴν γὰρ ἡμετέραν περὶ τοῦ θεοῦ κατάληψιν οὐδὲ συγκρίνειν ὅσιον τοῖς εἰς ὕλην καὶ βόρβορον κυλινδουμένοις. Οἷα γάρ ἐστιν ὑμῶν καὶ τὰ διδάγματα; Τίς οὐκ ἂν χλευάσει τὰς δημοτελεῖς πανηγύρεις ὑμῶν, αἵ προφάσει πονηρῶν δαιμόνων ἐπιτελούμεναι εἰς ἀδοξίαν τοὺς ἀνθρώπους περιτρέπουσιν; Εἶδόν τινα πολλάκις, καὶ ἰδὼν ἐθαύμασα, καὶ μετὰ τὸ θαυμάσαι κατεφρόνησα, πῶς ἔσωθεν μέν ἐστιν ἄλλος, ἔξωθεν δὲ ὅπερ οὐκ ἔστι ψεύδεται, ἁβρυνόμενον σφόδρα καὶ παντοίως διακλώμενον, καὶ τοῦτο μὲν τοῖς ὀφθαλμοῖς μαρμαρύττοντα, τοῦτο δὲ τὼ χεῖρε λυγιζόμενον, καὶ διὰ πηλίνης ὄψεως δαιμονῶντα, καὶ ποτὲ μὲν ὡς Ἀφροδίτην, ποτὲ δὲ ὡς Ἀπόλλωνα γινόμενον, ἕνα κατήγορον πάντων τῶν θεῶν, δεισιδαιμονίας ἐπιτομήν, διάβολον ἡρωϊκῶν πράξεων, φόνων ὑποκριτήν, μοιχείας ὑπομνηματιστήν, θησαυρὸν μανίας, κιναίδων παιδευτήν, καταδικαζομένων ἀφορμήν, καὶ τὸν τοιοῦτον ὑπὸ πάντων ἐπαινούμενον. Ἐγὼ δὲ αὐτὸν παρῃτησάμην πάντα ψευδόμενον, καὶ τὴν ἀθεότητα καὶ τὰ ἐπιτηδεύματα καὶ τὸν ἄνθρωπον. Ὑμεῖς δὲ ὑπὸ τούτων συλαγωγεῖσθε, καὶ τοὺς μὴ κοινωνοῦντας ὑμῶν ταῖς πραγματείαις λοιδορεῖτε. Κεχηνέναι πολλῶν ᾀδόντων οὐ θέλω, καὶ τῷ νεύοντι καὶ κινουμένῳ παρὰ φύσιν οὐ βούλομαι συνδιατίθεσθαι. Τί θαυμαστὸν ἢ παρ᾿ ὑμῖν ἐξῃρημένον διαπράττεται; Ῥιναυλοῦσι τὰ αἰσχρά, κινοῦνται δὲ κινήσεις ἃς οὐκ ἐχρῆν, καὶ τοὺς ὅπως δεῖ μοιχεύειν ἐπὶ τῆς σκηνῆς σοφιστεύοντας αἱ θυγατέρες ὑμῶν καὶ οἱ παῖδες θεωροῦσι. Καλὰ παρ᾿ ὑμῖν τὰ ἀκροατήρια, κηρύττοντα πάνθ᾿ ἅπερ ἐν νυκτὶ μοχθηρῶς πραγματεύεται καὶ τέρποντα τοὺς ἀκροατὰς αἰσχρῶν λόγων ἐκφωνήμασι. Καλοὶ δέ εἰσιν ὑμῶν καὶ οἱ ποιηταὶ ψευδολόγοι, καὶ διὰ σχημάτων ἐξαπατῶντες τοὺς ἀκροωμένους. Εἶδον· ἀνθρώπους ὑπὸ τῆς σωμασκίας βεβαρημένους καὶ φορτίον τῶν ἐν αὐτοῖς κρεῶν περιφέροντας, οἷς ἔπαθλα καὶ στέφανοι πρόκεινται, παρακαλουμένων αὐτοὺς τῶν ἀγωνοθετῶν, οὐκ ἐπ᾿ ἀνδραγαθίᾳ, ὕβρεως δὲ καὶ στάσεως φιλονεικίᾳ, καὶ τὸν μᾶλλον πλήκτην στεφανούμενον. Καὶ ταῦτα μέν ἐστι τῶν κακῶν τὰ ἐλάττονα· τὰ δὲ μείζονα τίς οὐκ ἂν ἐξειπεῖν ὀκνήσειεν; Ἀργίαν τινὲς ἐπανῃρημένοι διὰ τὴν ἀσωτίαν ἑαυτοὺς εἰς τὸ φονευθῆναι πιπράσκουσι· καὶ πωλεῖ μὲν ἑαυτὸν ὁ πονῶν, ὁ δὲ πλουτῶν ὠνεῖται τοὺς φονεύοντας. Καὶ τούτοις οἱ μαρτυροῦντες καθίζονται, μονομαχοῦσί τε οἱ πυκτεύοντες περὶ οὐδενός, καὶ ὁ βοηθήσων οὐ κάτεισιν. Ἆρα γε τὰ τοιαῦτα ὑφ᾿ ὑμῶν καλῶς ἐπιτελεῖται; Τὸ μὲν γὰρ στρατόπεδον τῶν μιαιφονούντων ὁ προὔχων ἐν ὑμῖν συναγείρει, λῃστοτροφεῖν ἐπαγγελλόμενος· οἱ δὲ λῃστεύοντες ἀπ᾿ αὐτοῦ προΐασι, καὶ πάντες ἐπὶ τὴν θέαν συνίετε κριταὶ γινόμενοι, τοῦτο μὲν πονηρίας ἀγωνοθέτου, τοῦτο δὲ καὶ αὐτῶν τῶν μονομαχούντων. Ὁ δὲ τῷ φόνῳ μὴ περιτυχὼν λυπεῖται, διότι μὴ κατεκρίθη πονηρῶν καὶ ἀθέων καὶ μιαρῶν ἔργων θεατὴς γενέσθαι. Θύετε ζῶα διὰ τὴν κρεωφαγίαν, καὶ ἀνθρώπους ὠνεῖσθε τῇ ψυχῇ τὴν ἀνθρωποφαγίαν παρεχόμενοι, τρέφοντες αὐτὴν αἱματεκχυσίαις ἀθεωτάταις. Ὁ μὲν οὖν λῃστεύων φονεύει χάριν τοῦ λαβεῖν, ὁ δὲ πλουτῶν μονομάχους ὠνεῖται χάριν τοῦ φονεύεσθαι. Τί μοι συμβάλλεται πρὸς ὠφέλειαν ὁ κατὰ τὸν Εὐριπίδην μαινόμενος καὶ τὴν Ἀλκμαίωνος μητροκτονίαν ἀπαγγέλλων, ᾧ μηδὲ τὸ οἰκεῖον πρόσεστι σχῆμα, κέχηνέ τε μέγα καὶ ξίφος περιφέρει καὶ κεκραγὼς πίμπραται καὶ φορέει στολὴν ἀπάνθρωπον; Ἐῤῥέτω καὶ τὰ Ἀκουσιλάου μυθολογήματα, καὶ Μένανδρος τῆς ἐκείνου γλώττης ὁ στιχοποιός. Τί μοι καὶ τεθηπέναι τὸν μυθικὸν αὐλητήν; Τί δέ μοι καὶ καὶ Ἀριστόξενον τὸν Θηβαῖον Ἀντιγενίδην πολυπραγμονεῖν; Παραχωροῦμεν ὑμῖν τὰ μὴ ὠφέλιμα· καὶ ὑμεῖς ἢ πείσθητε τοῖς δόγμασι ἡμῶν, ἢ κατὰ τὸ ὅμοιον τῶν ὑμετέρων ἡμῖν ἐκχωρήσατε. Τί μέγα καὶ θαυμαστὸν οἱ παρ᾿ ὑμῖν ἐργάζονται φιλόσοφοι; Θατέρου γὰρ τῶν ὤμων ἐξαμελοῦσι, κόμην ἐπιειμένοι πολλήν, πωγωνοτροφοῦσιν, ὄνυχας θηρίων περιφέροντες, καὶ λέγοντες μὲν δεῖσθαι μηδενός, κατὰ δὲ τὸν Πρωτέα σκυτοδέψου μὲν χρῄζοντες διὰ τὴν πήραν, ὑφάντου δὲ διὰ τὸ ἱμάτιον καὶ διὰ τὸ ξύλον δρυοτόμου, διὰ δὲ τὴν γαστριμαργίαν τῶν πλουτούντων καὶ ὀψοποιοῦ. Ὦ ζηλῶν ἄνθρωπε τὸν κύνα, τὸν θεὸν οὐκ οἶδας καὶ ἐπὶ τὴν ἄλογον μίμησιν μεταβέβηκας· ὁ δὲ κεκραγὼς δημοσίᾳ μετ᾿ ἀξιοπιστίας ἔκδικος γίνῃ σαυτοῦ, κἂν μὴ λάβῃς λοιδορεῖς, καὶ γίνεταί σοι τέχνη τοῦ πορίζειν τὸ φιλοσοφεῖν. Τοῖς Πλάτωνος ἕπῃ δόγμασι· καὶ ὁ κατ᾿ Ἐπίκουρον σοφιστεύων διαπρύσιος ἀνθίσταταί σοι. Πάλιν τε εἶναι θέλεις κατὰ τὸν Ἀριστοτέλην· καί τις κατὰ τὸν Δημόκριτον λοιδορεῖταί σοι. Πυθαγόρας Εὔφορβος γεγενῆσθαί φησιν, καὶ τοῦ Φερεκύδους δόγματος κληρονόμος ἐστίν· ὁ δὲ Ἀριστοτέλης τῆς ψυχῆς διαβάλλει τὴν ἀθανασίαν. Στασιώδεις δὲ ἔχοντες τῶν δογμάτων τὰς διαδοχὰς ἀσύμφωνοι πρὸς τοὺς συμφώνους ἑαυτοῖς διαμάχεσθε. Σῶμά τις εἶναι λέγει θεόν, ἐγὼ δὲ ἀσώματον· ἄλυτον εἶναι τὸν κόσμον, ἐγὼ δὲ λυόμενον· ἐκπύρωσιν ἀποβαίνειν κατὰ καιρούς, ἐγὼ δὲ εἰσάπαξ· κριτὰς εἶναι Μίνω καὶ Ραδάμανθυν, ἐγὼ δὲ αὐτὸν τὸν θεόν· ἀπαθανατίζεσθαι μόνην τὴν ψυχήν, ἐγὼ δὲ καὶ τὸ σὺν αὐτῇ σαρκίον. Τί βλάπτομεν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες; Τί δὲ τοὺς λόγῳ θεοῦ κατακολουθοῦντας καθάπερ μιαρωτάτους μεμισήκατε; Παρ᾿ ἡμῖν οὐκ ἔστιν ἀνθρωποφαγία· ψευδομάρτυρες οἱ πεπαιδευμένοι γεγόνατε· παρ᾿ ὑμῖν δὲ ὁ Πέλοψ δεῖπνον τῶν θεῶν γίνεται, καὶ Ποσειδῶνος ἐρώμενος, καὶ Κρόνος τοὺς υἱοὺς ἀναλίσκει, καὶ ὁ Ζεὺς τὴν Μῆτιν καταπίνει.