Μὴ πάνυ φιλέχθρως διατίθεσθε πρὸς τοὺς βαρβάρους, ὦ ἄνδρες Ἕλληνες, μηδὲ φθονήσητε τοῖς τούτων δόγμασι. Ποῖον γὰρ ἐπιτήδευμα παρ᾿ ὑμῖν τὴν σύστασιν οὐκ ἀπὸ βαρβάρων ἐκτήσατο; Τελμισέων μὲν γὰρ οἱ δοκιμώτατοι τὴν δι᾿ ὀνείρων ἐξεῦρον μαντικήν, Κᾶρες τὴν διὰ τῶν ἄστρων πρόγνωσιν, πτήσεις ὀρνίθων Φρύγες καὶ Ἰσαύρων οἱ παλαιότατοι, Κύπριοι θυτικήν, ἀστρονομεῖν Βαβυλώνιοι, μαγεύειν Πέρσαι, γεωμετρεῖν Αἰγύπτιοι, τὴν διὰ γραμμάτων παιδείαν Φοίνικες. Ὅθεν παύσασθε τὰς μιμήσεις εὑρέσεις ἀποκαλοῦντες. Ποίησιν μὲν γὰρ ἀσκεῖν καὶ ᾄδειν Ὀρφεὺς ὑμᾶς ἐδίδαξεν, ὁ δὲ αὐτὸς καὶ μυεῖσθαι· Τουσκανοὶ πλάττειν, ἱστορίας συντάττειν αἱ παρ᾿ Αἰγυπτίοις τῶν χρόνων ἀναγραφαί. Μαρσύου δὲ καὶ Ὀλύμπου τὴν αὐλητικὴν ἀπηνέγκασθε· Φρύγες δὲ οἱ ἀμφότεροι τὴν διὰ σύριγγος ἁρμονίαν ἄγροικοι συνεστήσαντο. Τυῤῥηνοὶ σάλπιγγα, χαλκεύειν Κύκλωπες, καὶ ἐπιστολὰς συντάττειν ἡ Περσῶν ποτε ἡγησαμένη γυνή, καθάπερ φησὶν Ἑλλάνικος· Ἄτοσσα δὲ ὄνομα αὐτῇ ἦν. Καταβάλλετε τοιγαροῦν τοῦτον τὸν τύφον, μηδὲ προβάλλεσθε ῥημάτων εὐπρέπειαν, οἵτινες, ὑφ᾿ ὑμῶν αὐτῶν ἐπαινούμενοι, συνηγόρους τοὺς οἴκοι κέκτησθε. Χρὴ δὲ τὸν νοῦν ἔχοντα τὴν ἀφ᾿ ἑτέρων περιμένειν μαρτυρίαν, συνᾴδειν τε καὶ ἐν τῇ τοῦ λόγου προφορᾷ. Νῦν δὲ μόνοις ὑμῖν ἀποβέβηκε μηδὲ ἐν ταῖς ὁμιλίαις ὁμοφωνεῖν· Δωριέων μὲν γὰρ οὐχ ἡ αὐτὴ λέξις τοῖς ἀπὸ τῆς Ἀττικῆς, Αἰολεῖς τε οὐχ ὁμοίως τοῖς Ἴωσι φθέγγονται. Στάσεως δὲ οὔσης τοσαύτης παρ᾿ οἷς οὐκ ἐχρῆν, ἀπορῶ τίνα με δεῖ καλεῖν Ἕλληνα. Καὶ γὰρ τὸ πάντων ἀτοπώτατον, τὰς μὴ συγγενεῖς ὑμῶν ἑρμηνείας τετιμήκατε, βαρβαρικαῖς τε φωναῖς ἔσθ᾿ ὅτε καταχρώμενοι συμφύρτην ὑμῶν πεποιήκατε τὴν διάλεκτον. Τούτου χάριν ἀπεταξάμεθα τῇ παρ᾿ ὑμῖν σοφίᾳ, κἂν εἰ πάνυ σεμνός τις ἦν ἐν αὐτῇ. Κατὰ γὰρ τὸν κωμικὸν Ταῦτ᾿ ἔστιν ἐπιφυλλίδες καὶ στωμύλματα, Χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης. Λαρυγγιῶσί τε οἱ ταύτης ἐφιέμενοι, καὶ κοράκων ἀφίενται φωνήν. Ῥητορικὴν μὲν γὰρ ἐπ᾿ ἀδικίᾳ καὶ συκοφαντίᾳ συνεστήσασθε, μισθοῦ πιπράσκοντες τῶν λόγων ὑμῶν τὸ αὐτεξούσιον καὶ πολλάκις τὸ νῦν δίκαιον αὖθις οὐκ ἀγαθὸν παριστῶντες. Ποιητικὴν δέ, μάχας ἵνα συντάττητε καὶ θεῶν ἔρωτας καὶ ψυχῆς διαφθοράν. Τί γὰρ σεμνὸν φιλοσοφοῦντες ἐξηνέγκατε; Τίς δὲ τῶν πάνυ σπουδαίων ἀλαζονείας ἔξω καθέστηκεν; Διογένης, πιθάκνης καυχήματι τὴν αὐτάρκειαν σεμνυνόμενος, πολύποδος ὠμοβορίᾳ πάθει συσχεθεὶς ἰλέῳ διὰ τὴν ἀκρασίαν ἀποτέθνηκεν. Ἀρίστιππος ἐν πορφυρίδι περιπατῶν ἀξιοπίστως ἠσωτεύσατο. Πλάτων φιλοσοφῶν ὑπὸ Διονυσίου διὰ γαστριμαργίαν ἐπιπράσκετο. Καὶ Ἀριστοτέλης, ἀμαθῶς ὅρον τῇ προνοίᾳ θεὶς καὶ τὴν εὐδαιμονίαν ἐν οἷς ἠρέσκετο περιγράψας, λίαν ἀπαιδεύτως Ἀλέξανδρον μὴ μεμνημένος μειράκιον ἐκολάκευεν· ὅστις ἀριστοτελικῶς πάνυ τὸν ἑαυτοῦ φίλον διὰ τὸ μὴ βούλεσθαι αὐτὸν προσκυνεῖν καθείρξας ὥσπερ ἄρκτον ἢ πάρδαλιν περιέφερε. Πάνυ γοῦν ἐπείθετο τοῖς τοῦ διδασκάλου δόγμασι, τὴν ἀνδρείαν καὶ τὴν ἀρετὴν συμποσίοις ἐπιδεικνύμενος, καὶ τὸν οἰκεῖον καὶ πάνυ φίλτατον διαπείρων τῷ δόρατι, καὶ πάλιν κλαίων καὶ ἀποκαρτερῶν προφάσει λύπης, ἵνα ὑπὸ τῶν οἰκείων μὴ μισηθῇ. Γελάσαιμι δ᾿ ἄν καὶ τοὺς μέχρι νῦν τοῖς δόγμασιν αὐτοῦ καταχρωμένους· οἳ τὰ μετὰ σελήνην ἀπρονόητα λέγοντες εἶναι, προσγειότεροι παρὰ τὴν σελήνην ὑπάρχοντες καὶ κατώτεροι τοῦ ταύτης δρόμου, προνοοῦσι τῶν ἀπρονοήτων· παρ᾿ οἷς δὲ οὐκ ἔστι κάλλος, οὐ πλοῦτος, οὐ ῥώμη σώματος, οὐκ εὐγένεια, παρὰ τούτοις οὐκ ἔστι παρὰ τὸν Ἀριστοτέλην τὸ εὔδαιμον. Καὶ οἱ τοιοῦτοι φιλοσοφείτωσαν. Τὸν γὰρ Ἡράκλειτον οὐκ ἄν ἀποδεξαίμην, ἐμαυτὸν ἐδιζησάμην εἰπόντα, διὰ τὸ αὐτοδίδακτον εἶναι καὶ ὑπερήφανον. Οὔτ᾿ ἂν ἐπαινέσαιμι κατακρύψαντα τὴν ποίησιν ἐν τῷ τῆς Ἀρτέμιδος ναῷ, μυστηριωδῶς ὅπως ὕστερον ἡ ταύτης ἔκδοσις γένηται· καὶ γὰρ οἷς μέλον ἐστὶ περὶ τούτων φασὶν Εὐριπίδην τὸν τραγῳδοποιόν, κατιόντα καὶ ἀναγινώσκοντα, διὰ μνήμης κατ᾿ ὀλίγον τὸ Ἡρακλείτου σκότος σπουδαίως παραδεδωκέναι. Τούτου μὲν οὖν τὴν ἀμαθίαν ὁ θάνατος διήλεγξεν· ὕδρωπι γὰρ συσχεθείς, καὶ τὴν ἰατρικὴν ὡς φιλοσοφίαν ἐπιτηδεύσας, βολβίτοις τε περιπλάσας ἑαυτόν, τῆς κόπρου κρατυνθείσης, συνολκάς τε τοῦ παντὸς ἀπεργασαμένης σώματος, σπασθεὶς ἐτελεύτησε. Τὸν γὰρ Ζήνωνα, διὰ τῆς ἐκπυρώσεως ἀποφαινόμενον ἀνίστασθαι πάλιν τοὺς αὐτοὺς ἐπὶ τοῖς αὐτοῖς, λέγω δὲ Ἄνυτον καὶ Μέλητον ἐπὶ τῷ κατηγορεῖν, Βούσιριν δὲ ἐπὶ τῷ ξενοκτονεῖν, καὶ Ἡρακλέα πάλιν ἐπὶ τῷ ἀθλεῖν, παραιτητέον· ὅστις ἐν τῷ κατὰ τὴν ἐκπύρωσιν λόγῳ πλείονας τοὺς μοχθηροὺς τῶν δικαίων εἰσηγεῖται, Σωκράτους ἑνὸς καὶ Ἡρακλέους, καί τινων ἄλλων τοιούτων γεγονότων ὀλίγων καὶ οὐ κολλῶν. Οἱ γὰρ κακοὶ πάνυ πλείους εὑρεθήσονται τῶν ἀγαθῶν. Καὶ ὁ θεὸς κακῶν ἀποδειχθήσεται κατ᾿ αὐτὸν ποιητής, ἐν ἀμάραις τε καὶ σκώληξι καὶ ἀῤῥητουργοῖς καταγινόμενος. Ἐμπεδοκλέους γὰρ τὸ ἀλαζονικὸν αἱ κατὰ τὴν Σικελίαν τοῦ πυρὸς ἀναφυσήσεις ἀπέδειξαν, ὅτι μὴ θεὸς ὤν τοῦτο παρ᾿ ὀλίγον εἶναι κατεψεύδετο. Γελῶ καὶ τὴν Φερεκύδους γραολογίαν, καὶ τοῦ Πυθαγόρου τὴν περὶ τὸ δόγμα κληρονομίαν, καὶ τὴν τοῦ Πλάτωνος, κἄν τινες μὴ θέλωσι, τὴν περὶ τούτου μίμησιν. Τίς γὰρ ἂν ἐπιμαρτυρήσαι τῇ Κράτητος κυνογαμίᾳ, καὶ οὐ μᾶλλον παραιτησάμενος τὴν ἔντυφον τῶν ὁμοίων αὐτῷ γλωττομανίαν ἐπὶ τὸ ζητεῖν τὸ κατ᾿ ἀλήθειαν σπουδαῖον τρέψεται; Διόπερ μὴ παρασυρέτωσαν ὑμᾶς αἱ τῶν φιλοσόφων καὶ οὐ φιλοσόφων πανηγύρεις, οἵτινες ἐναντία μὲν ἑαυτοῖς δογματίζουσιν· κατὰ δὲ τὸ ἐπελθὸν ἕκαστος ἐκπεφώνηκε. Πολλὰ δὲ καὶ παρ᾿ αὐτοῖς ἐστι προσκρούματα· μισεῖ μὲν γὰρ ἕτερος τὸν ἕτερον· ἀντιδοξοῦσιν δὲ ἑαυτοῖς, διὰ τὴν ἀλαζονείαν τόπους ἐπιλεγόμενοι τοὺς προὔχοντας. Ἐχρῆν δὲ μήτε βασιλέας προλήμματι θεραπεύειν ἢ κολακεύειν τοὺς ἡγουμένους, περιμένειν δὲ μέχρις ἂν πρὸς αὐτοὺς οἱ μεγιστᾶνες ἀφίκωνται. Διὰ τί γάρ, ἄνδρες Ἕλληνες, ὥσπερ ἐν πυγμῇ συγκρούειν βούλεσθε τὰς πολιτείας καθ᾿ ἡμῶν; Καὶ εἰ μὴ τοῖς τινῶν νομίμοις συγχρῆσθαι βούλομαι, τίνος χάριν καθάπερ μιαρώτατος μεμίσημαι; Προστάττει φόρους τελεῖν ὁ βασιλεύς; Ἕτοιμος παρέχειν. Δουλεύειν ὁ δεσπότης καὶ ὑπηρετεῖν; Τὴν δουλείαν γινώσκων. Τὸν μὲν γὰρ ἄνθρωπον ἀνθρωπίνως τιμητέον, φοβητέον δὲ μόνον τὸν θεόν· ὅστις ἀνθρωπίνοις οὐκ ἔστιν ὁρατὸς ὀφθαλμοῖς, οὐ τέχνῃ περιληπτός. Τοῦτον μόνον ἀρνεῖσθαι κελευόμενος οὐ πεισθήσομαι, τεθνήξομαι δὲ μᾶλλον, ἵνα μὴ ψεύστης καὶ ἀχάριστος ἀποδειχθῶ. Θεὸς ὁ καθ᾿ ἡμᾶς οὐκ ἔχει σύστασιν ἐν χρόνῳ, μόνος ἄναρχος ὢν καὶ αὐτὸς ὑπάρχων τῶν ὅλων ἀρχή. Πνεῦμα ὁ θεός, οὐ διήκων διὰ τῆς ὕλης, πνευμάτων δὲ ὑλικῶν καὶ τῶν ἐν αὐτῇ σχημάτων κατασκευαστής· ἀόρατός τε καὶ ἀναφής, αἰσθητῶν καὶ ἀοράτων αὐτὸς γεγονὼς πατήρ. Τοῦτον διὰ τῆς ποιήσεως αὐτοῦ ἴσμεν, καὶ τῆς δυνάμεως αὐτοῦ τὸ ἀόρατον τοῖς ποιήμασι καταλαμβανόμεθα. Δημιουργίαν τὴν ὑπ᾿ αὐτοῦ γεγενημένην χάριν ἡμῶν προσκυνεῖν οὐ θέλω. Γέγονεν ἥλιος καὶ σελήνη δι᾿ ἡμᾶς· εἶτα πῶς τοὺς ἐμοὺς ὑπηρέτας προσκυνήσω; Πῶς δὲ ξύλα καὶ λίθους θεοὺς ἀποφανοῦμαι; Πνεῦμα γὰρ τὸ διὰ τῆς ὕλης διῆκον ἔλαττον ὑπάρχει τοῦ θειοτέρου πνεύματος· ὅπερ δὲ ψυχῇ παρωμοιωμένον οὐ τιμητέον ἐπ᾿ ἴσης τῷ τελείῳ θεῷ. Ἀλλ᾿ οὐδὲ τὸν ἀνωνόμαστον θεὸν δωροδοκητέον· ὁ γὰρ πάντων ἀνενδεὴς οὐ διαβλητέος ὑφ᾿ ἡμῶν ὡς ἐνδεής. Φανερώτερον δὲ ἐκθήσομαι τὰ ἡμέτερα. Θεὸς ἦν ἐν ἀρχῇ, τὴν δὲ ἀρχὴν λόγου δύναμιν παρειλήφαμεν. Ὁ γὰρ δεσπότης τῶν ὅλων, αὐτὸς ὑπάρχων τοῦ παντὸς ἡ ὑπόστασις, κατὰ μὲν τὴν μηδέπω γεγενημένην ποίησιν μόνος ἦν· καθὸ δὲ πᾶσα δύναμις, ὁρατῶν τε καὶ ἀοράτων αὐτὸς ὑπόστασις ἦν, σὺν αὐτῷ τὰ πάντα· σὺν αὐτῷ διὰ λογικῆς δυνάμεως αὐτὸς καὶ ὁ λόγος, ὃς ἦν ἐν αὐτῷ, ὑπέστησε. Θελήματι δὲ τῆς ἁπλότητος αὐτοῦ προπηδᾷ λόγος· ὁ δὲ λόγος, οὐ κατὰ κενοῦ χωρήσας, ἔργον πρωτότοκον τοῦ πατρὸς γίνεται. Τοῦτον ἴσμεν τοῦ κόσμου τὴν ἀρχήν. Γέγονε δὲ κατὰ μερισμόν, οὐ κατὰ ἀποκοπήν· τὸ γὰρ ἀποτμηθὲν τοῦ πρώτου κεχώρισται, τὸ δὲ μερισθὲν οἰκονομίας τὴν αἵρεσιν προσλαβὸν οὐκ ἐνδεᾶ τὸν ὅθεν εἴληπται πεποίηκεν. Ὥσπερ γὰρ ἀπὸ μιᾶς δᾳδὸς ἀνάπτεται μὲν πυρὰ πολλά, τῆς δὲ πρώτης δᾳδὸς διὰ τὴν ἔξαψιν τῶν πολλῶν δᾳδῶν οὐκ ἐλαττοῦται τὸ φῶς, οὕτω καὶ ὁ λόγος προελθὼν ἐκ τῆς τοῦ πατρὸς δυνάμεως οὐκ ἄλογον πεποίηκε τὸν γεγεννηκότα. Καὶ γὰρ αὐτὸς ἐγὼ λαλῶ καὶ ὑμεῖς ἀκούετε, καὶ οὐ δήπου διὰ τῆς μεταβάσεως τοῦ λόγου κενὸς ὁ προσομιλῶν λόγου γίνομαι· προβαλλόμενος δὲ τὴν ἐμαυτοῦ φωνὴν διακοσμεῖν τὴν ἐν ὑμῖν ἀκόσμητον ὕλην προῄρημαι. Καὶ καθάπερ ὁ λόγος ἐν ἀρχῇ γεννηθεὶς ἀντεγέννησε τὴν καθ᾿ ἡμᾶς ποίησιν, αὐτὸς ἑαυτῷ τὴν ὕλην δημιουργήσας, οὕτω κἀγώ, κατὰ τὴν τοῦ λόγου μίμησιν ἀναγεννηθεὶς καὶ τὴν τοῦ ἀληθοῦς κατάληψιν πεποιημένος, μεταῤῥυθμίζω τῆς συγγενοῦς ὕλης τὴν σύγχυσιν. Οὔτε γὰρ ἄναρχος ἡ ὕλη καθάπερ ὁ θεός, οὐδὲ διὰ τὸ ἄναρχον καὶ αὐτὴ ἰσοδύναμος τῷ θεῷ· γεννητὴ δὲ καὶ οὐχ ὑπό του ἄλλου γεγονυῖα, μόνου δὲ ὑπὸ τοῦ πάντων δημιουργοῦ προβεβλημένη.