Ἔστι δὲ Διδύμοις ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Ἰνδικὴ καὶ οἱ συνεχεῖς τόποι καὶ Κελτική· στῆθος, Κιλικία Γαλατία, Θρᾴκη καὶ ἡ βοιωτία. μέσα, Ἀἴγυπτος, Λιβύη, Ῥωμαῖοι, Ἀραβία. Συρία. Κ αρκίνος εὐδιεινός· κατὰ μέρος δὲ ἐπὶ τοὺς δύο ἀστέρας τοὺς πρώτους νοταπηλιωτικοὺς εὐτελής, φθαρτικός, πνιγώδης, σεισμοποιός· ἀπὸ δὲ τούτων μέχρι μοίρας ι΄ ποιεῖ τὸν ἀέρα κάθυγρον, καυματώδη, ἔχοντα καταφορὰν ὑδάτων καὶ συνεχεῖς ὄμβρους· τὰ δεξιὰ εὐτελῆ καὶ φθαρτικά. νοτόθεν συνανατέλλει Λαγωὸς καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια καὶ ὁ Προκύων. ἀστέρας δὲ ἔχει δ΄ Ἄρεως, Ἑρμοῦ, Διός, Πανός, Ἀφροδίτης. βορρόθεν δύνει Ἀρκτοφύλακος κεφαλὴ καὶ ὁ Ἐνγόνασι καὶ Ἀετὸς καὶ Στεφάνου ἥμισυ. ἐστὶ δὲ οἶκος Σελήνης, θηλυκόν, τροπικόν, ὡροσκόπος κόσμου, δοῦλον, κατωφερές, ἄφωνον, ὑδατῶδες, ἀγαθόν, 1 fort. μὴ 〈πολλάκις〉 2 εὐδινοὶ M μέρος αἱ δὲ M 5 λιβίω M 6 Σφαιρικά] cf. Boll 59 7 τῶν νοτίων H 8 ἔξω Boll de Satyro, qui pro 0rione ponitur, cf. Boll Sphaera 284 11 αὐτοὺς M 12 ἐπὶ add. Boll τῶν ἡμῶν M 13 Kύων πρὸ Boll: προκύων M ποδός. 〈καὶ ὁ Λαγωὸς πρὸ τοῦ ἀριστεροῦ〉 Boll 23 εὐδινός M 24 νοταπηλιώτης M πηγώδης M: πνιγώδης corr. ex Heph. p. 52, 8. 25 ποεῖ: ἐπὶ M 26 κα θορᾶν M cf. καταφορὰν ὄμβρων Plat. Ax. 370 C Firmic. V f. 104v 29 ιδ΄ Boll Πανός: πόνος M εὐμετάβολον, δημόσιον, ὀχλικόν, πολιτικόν, πολύγονον, ἀμφίβιον. οἱ οὖν γεννώμενοι ἔσονται φιλόδοξοι, ὀχλικοί, πολυμετάβολοι, θεατρικοί, εὐφραντικοί, εὐφθαρτικοί , φιλήδονοι, φιλοσυνέστιοι, δημόσιοι. τῇ δὲ γνώμη ἄστατοι, ἄλλα λέγοντες ἄλλα φρονοῦντες, ἐπὶ μιᾶς πράξεως ἢ πολὺ δύο μὴ μένοντες, πλάναις καὶ ξενιτείαις γινόμενοι. Ἐστὶ τῷ Καρκίνῳ ὑποτεταγμένα τάδε· ἐμπρόσθια, Βακτριανή· ἀριστερά, Ζάκυνθος, Ἀκαρνανία· ὀπίσθια, Αἰθιοπία, Σχίνη. κατὰ τὴν κεφαλὴν Μαιῶτις λίμνη καὶ τὰ περιοικοῦντα ἔθνη καὶ τῇ Ἐρυθρᾷ καὶ Ὑρκανίᾳ θαλάσσῃ καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέλαγος καὶ Βρετανικὴ καὶ ἡ Θούλη νῆσος· κατὰ τοὺς πόδας Ἀρμενία, Καππαδοκία, Ῥόδος, Κῶς· κατὰ δὲ τὰ ἔσχατά ἐστι τοῦ Καρκίνου ἐπὶ τοῦ στόματος Τρωγλοδυτία, Ἰωνία, Ἑλλήσποντος. Λ έων ἐστὶν ἀρρενικόν, οἶκος Ἡλίου, ἐλεύθερον, πυρῶδες, εὔκρατον, νοερόν, βασιλικόν, ἑδραῖον, ἀγαθόν ἀνωφερές, εὐμετάβολον, στερεόν, ἡγεμονικόν, πολιτικόν, ἀρκτικόν, ὀργίλον. οἱ οὖν γεννώμενοι ἐπίσημοι, ἀγαθοί, ἀμετάβλητοι, δίκαιοι, μισοπόνηροι, ἀνυπότακτοι, κολακείας μισοῦντες, εὐεργετικοί, παρεπηρμένοι ταῖς διανοίαις. ἐὰν δὲ καὶ ὁ οἰκοδεσπότης ἐπίκεντρος τύχη ἢ καὶ σὺν ἀγαθοποιοῖς, γίνονται λαμπροί, ἔνδοξοι, τυραννικοί, βασιλικοί. ἐστὶ δὲ καυματώδης, ὁ δὲ τῷ στήθει λαμπρὸς πυρώδης καὶ πνιγώδης, ἔχει δὲ τὰ κατὰ μέρος μέχρι μοίρας κ΄ πνιγώδη, λοιμικὰ τετραπόδων τοῖς ὑποκειμένοις κλίμασι καὶ τόποις, τὰ δεξιὰ κινητικά, πυρώδη, τὰ δὲ νότια εὔυγρα πυρώδη , τὰ δὲ κατωτέρω ὀλέθρια πρὸς πάντα, τὰ δὲ μέσα καὶ ἀριστερὰ εὔκρατα. ἀστέρας δὲ ἔχει ὁ Λέων . κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος , νοτόθεν πρύμνα Ἀργοῦς καὶ τοῦ Κυνὸς λοιπὸν καὶ τῆς Ὕδρας, ἧς ἡ μὲν οὐρὰ παράκειται ἄχρι τῆς χηλῆς τοῦ Σκορπίου, ἡ δὲ κεφαλὴ ἄχρι τῆς χηλῆς τοῦ Καρκίνου. ἐπάνω δὲ αὐτοῦ ἐφέστηκεν Ἄρκτος ἡ μικρά, κατὰ δὲ τὴν γραμμὴν παρατείνει κεφαλὴ τοῦ Μράκοντος, 1 εὖματάβολον M 2 πολυευμετάβολοι M 3 εὐφθαρτικοί dittographia ut opinor 5 [ἢ] πολὺ μὴ ὁιαμένοντες Cumont 7— 13 cf. L apud Ludwich p. 115, 3 10 fort. leg. καὶ ἡ Ἐρυθρὰ καὶ ἡ Ὑρκανία θαλάσσα 11 Βρετανία L 12 ἄραὀος ML: corr. ex Hephaestione p. 57, 18: Ῥόδος. Κῶς καὶ Ἰλίου νῆσοι 13 τρωγλοδυξία M ante Ἰωνία Λυδία add. L, Λυδία pro Ἰωνία Heph. Ἑλλήσποντος aut hic aut in v. 10 delendum 15 an ἀμετάβ. cl. v. 17? 16 ἀρχμκὸν Cumont 19 τύχοι M 22 μέχρις κ΄ M 24 alterum τυρώδη om. Hephaest. p. 54, 3 27 βραχίον καὶ ὁ ἀρκτοφύλαξ M corr. Boll 19 Σκορπίου . . . τοῦ suppl. Boll 31 μικρέ] immo μεγάλη (Boll) ἡν βαστάζει Ὀφιοῦχος μέχρι τοῦ Κρατῆρος βορρόθεν δέ ἐστι Δελφίν, Λύρα, Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ ὀρθοπύγιον αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή. Ἔστι δὲ τῳ Λέοντι ὑποτεταγμένα κλίματα· τῇ κεφαλῇ μὲν Κελτικὴ καὶ οἱ συνεχεῖς τόποι· ἐμπρόσθια, Βιθυνία· δεξιά, Μακεδονία καὶ οἱ συνεχεῖς τόποι· ἀριστερά, Προποντίς· πόδες, Γαλατία· κατὰ τὴν κοιλίαν Κελτική· ὤμοις Θρᾴκη· λαγόσι Φοινίκη. Ἀδρίας, Λιβύη· τοῖς μέσοις Φρυγία, Συρία· οὐρᾷ Πισινοῦς. Π αρθένος οἶκος Ἑρμοῦ, θηλυκόν, πτερωτόν, ἀνθρωποειδές, τρυφῆρες· σχήματι Δίκης ἑστώς, δίσωμον, στειρῶδες, δουλελεύθερον, ἄγονον, κατωφερές, γεῶδες, κοινόν, ἡμίφωνον καὶ ἄφωνον, σωματικόν, ἀτελές, εὐμετάβολον, ἐργαστηριακόν, διφυές· οἱ δὲ γεννώμενοι ἀγαθοί, αἰδήμονες, μυστικοί, πολυμέριμνοι, ποικίλως τὸν βίον διάγοντες, ἀλλοτρίων χειρισταί, πιστικοί, ἀγαθοὶ οἰκονόμοι, γραμματεῖς ἀπὸ λόγων ἢ ψήφων ἀναγόμενοι, ὑποκριτικοι περίεργοι, ἀποκρύφων μύσται, τὰ πρῶτα ἀναλίσκοντες, δὲ τοῖς μέσοις εὐποροῦντες.