Κ ριός ἐστιν οἶκος Ἄρεως, ζῴδιον ἀρρενικόν, τροπικόν, χερσαῖον, ἡγεμονικόν, πυρῶδες, ἐλεύθερον, ἀνωφερές, ἡμίφωνον, ἀγαθόν, εὐμετάβολον, διοικικόν , δημόσιον , πολιτικόν, ὀλιγόγονον, λατρῶδες, κόσμου μεσουράνημα καὶ δόξης αἴτιον, δίχρωμον, ἐπεὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ποιοῦσιν ἀλφοὺς λειχῆνας· ἐστὶ δὲ καὶ ἀσύνδετον, ἐκλειπικόν. ἔσονται οὖν οἱ γεννώμενοι τούτῳ κατὰ τὸν οἰκοδεσποτικὸν λόγον λαμπροί, ἐπίσημοι, ἐπιτακτικοί, δίκαιοι, μισοπόνηροι, ἐλεύθεροι, ἡγεμονικοί, θρασεῖς τῇ γνώμῃ, ἀλαζόνες, μεγαλόψυχοι, ἄστατοι, ἀνώμαλοι, ὑψαύχενες, μετέωροι, ἀπειλητικοί, 7 „si suam sequuntur αἵρεσιν“ his verbis dixit Valens 10—11 verba Τούτων . . . φύσεως a compilatore transposita esse videntur nonnullis (v. 12—21), quae primum omiserat, posterius additis 12 expectas οὐσίας 〈μεταλλασσο- μένης〉 14 scribere poterat συγκρατικαὶς ἀ. μαρτυρίαις ταῖς κατά συνα- τήν . . . 16 προσφορίαν dubium 21 extrema aut insiticia sunt aut fere corr.: εἴπερ δοτῆρες τῶν . . . 28 cf. Hephaest. 47, 8 ss. 25 nempe διοικητι- κόν 26 cf. Firmic. 91, 19. 26—27 ἐπεὶ ὁ . . . λειχῆνας aliunde irrepsisse videntur ταχέως μεταβαλλόμενοι, εὔποροι· τῶν δὲ οἰκοδεσποτῶν καλῶς πεπτωκότων καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένων γίνονται βασιλικοί, ἐξουσιαστικοί, ζωῆς καὶ θανάτου παρρησίαν ἔχοντες. Κ ριός ἐστι τῇ φύσει ὑδατώδης, βροντώδης, χαλαζώδης· κατὰ μέρος δὲ τὰ πρῶτα μέχρι τοῦ ἰσημερινοῦ ὀμβρώδη, χαλαζώδη, ἀνεμώδη, φθαρτικά· τὰ δὲ μέσα μέχρι ιε΄ μοίρας εὔκρατα καὶ πολύσπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων· ἔχει δὲ λαμπρούς ἀστέρας ζῴδιον ιθ΄, καὶ κατὰ τῆς ζώνης λαμπροὺς ιγ΄ λαμπροὺς δὲ κδ΄, σκιεροὺς δὲ κζ, καὶ ὑπολάμπρους κη΄, ἀμαυροὺς δὲ μη΄ συναναφέρεται δὲ αὐτῷ ἀπὸ τῶν ἀρκτῴων τὰ πρῶτα Περσέως, τὰ λειπόμενα καὶ τὰ ἀριστερὰ τοῦ Ἡνιόχου. νοτόθεν δὲ τοῦ Κήτους ἡ λοφιὰ καὶ ἡ οὐρά, βορρόθεν δὲ δύνουσιν Ἀρκτοφύλακος πόδες, νοτόθεν δὲ τοῦ Θηρίου λειπόμενον. Ἐστι δὲ Κριῷ ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Βαβυλωνία· κεφαλή, Ἐλυμαΐς· δεξιά, Περσίς· ἀριστερά, Συρία κοίλη καὶ οἱ συνεχεῖς τόποι· κατὰ τὴν ἐπιστροφὴν τοῦ προσώπου, Βαβυλωνία· κατὰ στῆθος Ἀρμενία· ὑπὸ τοὺς ὤμους Θρᾴκη· κατὰ τὴν κοιλίαν Καππαδοκία καὶ Σουσία καὶ Ἐρυθρὰ θάλασσα καὶ ἡ Ρυπαρά· ὀπίσθια, Αἴγυπτος καὶ ὁ Περσικὸς ὠκεανός. Τ αῦρός ἐστι θηλυκόν, στερεόν, κείμενον τῇ ἐαρινῇ τροπῇ. ὀστῶδες, μελεοκοπούμενον, ἀνατέλλον ἐκ τῶν ὀπισθίων, δῦνον δὲ ὀρθόν· οὗτος πλεῖστον μέρος τῳ ἀφανεῖ κόσμῳ κεῖται. ἴστι δὲ εὐδιεινόν. τὰ δὲ κατὰ μέρος ἀπὸ μοίρας α΄ ἕως ε΄ τὸν περὶ τὰς Πλειάδας τόπον ἐπέχει εὐτελῆ καὶ φθαρτικόν, λοιμικόν, βροντοποιόν, σεισμώδη, κεραυνοποιόν, ἀστραπάς γεννῶντα· δὲ ἑξῆς β΄ μοῖραι πυρώδεις, ὁμιχλώδεις. τὰ δὲ δεξιὰ πρὸς τῷ Ἡνιόχῳ εὔκρατα, ψυχικά. τὰ δὲ ἀριστερὰ εὐτελῆ, κινητικά, ποτὲ δὲ καὶ ψυχοποιά, ποτὲ δὲ καυματώδη. ἡ δὲ κεφαλὴ μέχρι μοίρας κγ΄ ἐν ἀέρι εὐκράτῳ, λοιμοποιὸς δὲ καὶ φθαρτικὴ ζῴων· τὰ δὲ ἐχόμενα φθαρτικά, εὐτελῆ, λοιμώδη. ἀστέρας δὲ ἔχει κζ΄ βορρόθεν 4 ss. ex Valente habet Hephaestio p. 47, 15 Val. ipse num sic orationem conexuerit dubito 5 ergo solstitium ponitur in part. VIII, cf. Boeckh, Sonnen- 184 ss. 6 s. καὶ πολύσπορα . . . μαλιστα ex Hephaest. 7 τετράποδον M 8 an τὴν ζώνην? 9 ailquid deesse videtur 10 cf. Boll Sphaera 67 11 τὰ πρῶτα del. Boll 12 βορόθεν M a: θορρόθεν pro βορρᾶθεν semper dicit Valens ex analogia verbi νοτόθεν 13 ἄρκτος· φύλακες M 14 ss. cf. excerptum e L(aurentiano) post Ammonis rel., ed. Ludwich p. 113, 9 15 ἐλοι μαίς M 16 βαβυλωνία aut hic aut supra v. 14 corruptum 17 ὑπὸ τὴν κοιλ. L 18 Σουσσα L; Συρία Heph. 19 Ῥυπ. mare mortuum putat Wuensch 22 οὗτο M 23 εὐδινόν M 27 an ψυκτικά? 29 ἔαρι M. corr. Cumont λοφιοποιὰ M φθαρτικὰ M συνανατέλλοντα τὰ λειπόμενα τοῦ Ἡνιόχου, τὰ λοιπὰ νοτόθεν τοῦ Κήτους καὶ τὰ πρῶτα τοῦ Ποταμοῦ. Ἀφροδίτης, Σελήνης, Δήμητρος, ἔτι Ἄρεως, Ἑρμοῦ. βορρόθεν δύνει Ἀρκτοφύλαξ ἄχρι τῆς ζώνης καὶ αἱ κνῆμαι τοῦ Ὀφιούχου ἄχρι τῶν γονάτων, νοτόθεν δὲ συνανατέλλει ὁ Ὠρίων ξίφος ἔχων τῇ δεξιᾷ χειρὶ ἀνατετακώς, τῇ εὐωνύμῳ κατέχει λεγόμενον Κηρύκειον, ἐζωσμένος κατὰ μέσον τοῦ σώματος. ἐστὶ δὲ ζῳδιον κόσμου περιποιητικόν, γεῶδες, χωρικόν, γεωργικόν, δουλελεύθερον, κατωφερές, ὀλιγόγονον, ἡμίφωνον καὶ ἄφωνον, ἀγαθόν , ἀμετάβολον, ἐργαστικόν, ἀτελές, σημαῖνον περὶ θεμελίων, κτημάτων. κεῖται δὲ ὁ ἐκλειπτικὸς τόπος τῷ βορρᾷ κατὰ ὕψος ἀνατέλλων. οἱ δὲ γεννώμενοι ἔσονται ἀγαθοί, ἐργαστηριακοί, πονικοί, συντηρητικοί, φιλήδονοι, φιλόμουσοι, εὐμετάδοτοι, τινὲς δὲ γεηπόνοι, καταφυτεύοντες, κτίζοντες· ἐὰν δέ πως καὶ ἀγαθοποιοὶ προσνεύσωσι τῷ τόπῳ ἢ καὶ ὁ οἰκοδεσπότης καλῶς πέση, γίνονται ἀρχιερεῖς, γυμνασίαρχοι, στεμμάτων καὶ πορφύρας καταξιούμενοι εἰκόνων τε καὶ ἀνδριάντων, ἱερῶν προεστῶτες, ἐπίσημοι, λαμπροί. Ἐστὶ δὲ τὰ ὑποτεταγμένα κλίματα· κατὰ τὴν κεφαλὴν Μηδία καὶ οἱ συνεχεῖς τόποι· τῷ δὲ στήθει Βαβυλωνία· τὰ πρὸς τῳ Ἡνιόχῳ δεξιά, Σκυθία · ἡ Πλειάς, ἡ Κύπρος· τὰ ἀριστερά, Ἀραβία καὶ οἱ πέριξ τόποι· κατὰ τοὺς ὤμους Περσὶς καὶ τὰ Καυκάσια ὄρη, ὑπὸ κύρτωμα ἄρχονται · ὑπὸ τὴν ὀσφὺν Αἰθιοπία· ὑπὸ μέτωπον Ἐλυμαΐς· ὑπὸ τὰ κέρατα Καρχηδονία· μέσοις μέρεσιν Ἀρμενία, Ἰνδική, Γερμανία. Δίδυμοί εἰσιν ἀρσενικοί, δίσωμοι, εὔφωνοι, οἶκος Ἑρμοῦ, ἀνωφερεῖς, ἀερώδεις, θηλυνόμενοι, δουλελεύθεροι, στειρώδεις, δημόσιοι· οἱ οὖν γεννώμενοι γίνονται φιλόλογοι, γράμματα καὶ παιδείαν ἀσκοῦντες, ποιητικοί, φιλόμουσοι, φώνασκοι, οἰκονομικοί, πίστεις ἀναδεχόμενοι· γίνονται δὲ καὶ ἑρμηνεῖς, ἐμπορικοί, κριτικοὶ κακῶν καὶ ἀγαθῶν, φρόνιμοι, περίεργοι, ἀποκρύφων μύσται. καὶ ὅσα ποτὲ ὁ οἰκοδεσπότης εἴωθεν ἀποτελεῖν κατὰ τὴν ἰδίαν φύσιν ἤτοι ἀγαθὰ ἢ φαῦλα ἢ ἥττονα ἢ μείζονα, ταῦτα καὶ ἓν ἕκαστον τῶν ζῳδίων ἀποτελέσει κατὰ τὴν τοῦ οἰκοδεσπότου σχηματογραφίαν 2 πρῶτα Boll: λοιπὰ M 3 ἔτι Boll: ἔστι M 4 κνῆμαι suppl. Boll. 6 κηρίκειον M cf. Boll, Hermes 1899 p. 644 s. 11 haec sana ease non spondeo 13 εὐματαδότοι M 15 οἰκοδεσπότη M 18 ss. L apud Ludwich p. 113, 24 ss. 18 μήδεια M 19 τῷ δὲ . . . Σκυθία ex L supplevi, cf. Hephaest. 49, 16 21 ἀρραβία M: Ἀρμενία Hephaestio 22 κίρτωμα M Σαρμάται opinor (om. L Heph.) 23 ἐλοιμαίς M 24 Καρμανία Th. Reinach 25 φῶνα M χρηματιστικὴν ἢ ἀχρημάτιστον, ἵνα μὴ δοκῶμεν τὰ αὐτὰ γράφειν. εἰσὶ δὲ καὶ εὐδιεινοί· κατὰ μέρος δὲ γ΄ μοῖραι εὐτελεῖς, φθαρτικαί· ἀπὸ γ΄ ἕως ζ΄, εὔυγρα εὐκρασία δέ ἐστιν ἀπὸ μοίρας ζ΄ ἕως ιε΄· τὰ νότια εὔυγρα· τὰ δὲ ἔσχατα μεμιγμένα· ἀστέρας δὲ ἔχει κα΄. κεῖται δὲ ἀνέμῳ λιβί. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικά κατά τι μέρος τῶν νοτίων ψαύουσα οὐρὰ Κήτους, ἐκ δὲ τῶν κατὰ τὸν νότιον τυγχανόντων μερῶν ἔσω τῆς νοτίου γραμμῆς ἐστι Σάτυρος ψαύων τῷ ῥοπάλῳ, ἐκ δὲ τῶν βορείων αὐτοῦ μερῶν ὀπισθοφανὴς ὑπάρχει, οὖ ἡ δορά. εἰς νότιον μέρος ἡ Λύρα κεῖται. ἐπιβέβηκε δὲ αὐτὸς τῇ νοτίῳ γρσμμῇ, μέσος ὢν βορρᾶ τε καὶ νότου. ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἐπὶ τῆς νοτίου γραμμῆς κατὰ τὸν ἡμῖν ἐμφανῆ κόσμον ἐστὶν ὁ λεγόμενος Κύων πρὸ τοῦ δεξιοῦ ποδός, τέμνεται δὲ ἀπὸ νοτίου πόλου ἀπὸ τῶν ὀπισθίων ἄχρι τῆς κεφαλῆς, συναναβαίνων τῳ πόλῳ ὀρθῶς. παρανατέλλει δὲ νοτόθεν καὶ τοῦ Ποταμοῦ λοι πὸν καὶ Ὠρίων. σύνεισι δὲ αὐτοῖς θεοὶ Ἀπόλλων, Ἡρακλῆς, Ἡφαιστος, Ἥρα, Κρόνος· βορρόθεν δὲ δύνει Ἀρκτοφύλαξ, Ὀφιοῦχος πλὴν τῆς κεφαλῆς καὶ τοῦ Στεφάνου ἥμισυ.