Ὁ μὲν οὖν παντεπόπτης Ἥλιος, πυρώδης ὑπάρχμν καὶ φῶς νοερόν, ψυχικῆς αἰσθήσεως ὄργανον, σημαίνει μὲν ἐπὶ γενέσεως βασιλείαν, ἡγεμονίαν, νοῦν, φρόνησιν, μορφήν, κίνησιν, ὕψος τύχης, θεῶν χρηματισμόν, κρίσιν, δημοσίωσιν, πρᾶξιν, προστασίαν ὀχλικήν, πατέρα, δεσπότην, φιλίαν, ἔνδοξα πρόσωπα, τιμὰς εἰκόνων ἀνδριάντων στεμμάτων, ἀρχιερατείας πατρίδος, τόπων τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς αἰσθητηρίων, ὀφθαλμοῦ δεξιοῦ, πλευρῶν καρδίας, πνευματικῆς ἤτοι αἰσθητικῆς κινήσεως, νεύρων· οὐσίας δὲ χρυσοῦ, καρπῶν δὲ σίτου καὶ κριθῶν· ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ κάτοινος, τῇ δὲ γεύσει δριμύς. Ἡ δὲ Σελήνη γενομένη μὲν ἐκ τῆς ἀντανακλάσεως τοῦ ἡλιακοῦ φωτὸς καὶ νόθον φῶς κεκτημένη σημαίνει μὲν κατὰ γένεσιν ἀνθρώποις ζωήν, σῶμα, μητέρα, σύλληψιν, μορφήν πρόσωπον, θέαν, συμβίωσιν ἤτοι γάμον νομικόν, τροφόν, ἀδελφὸν μείζονα, οἰκουρίαν, βασίλισσαν, δέσποιναν, χρήματα, τύχην, πόλιν, ὄχλων συστροφήν, λήμματα, ἀναλώματα, οἰκίαν, πλοῖα, ξενιτείας, πλάνας· οὐ γὰρ εὐθείας παρέχει διὰ τὸν Καρκίνον. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει ὀφθαλμοῦ ἀριστεροῦ, στομάχου, μαζῶν, φύσης, σπληνῶν, μηνίγγων, μυελοῦ, ἔνθεν καὶ ὑδρωπικοὺς ἀποτελεῖ· οὐσίας δὲ ἀσήμου καὶ ὑέλου. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ πράσινος, τῇ δὲ γεύσει ἁλμυρά. 4 cf. ad totum caput anon. Marc. (Catal. II 160) ὁ et primam litteram cuiusque paragraphi rubr. omis. 6 ἡγεμονείαν M 7 δημοσίωσιν famam publicam 9 ante τόπων lac. statuit Cumont, προστασίας suppl. Wendl. 10 κιριεύει M 13 κάτοινος hic „vinosus colore“ 14 an ἐλλαμπομένη? cf. Cleomed. 184, 4 16 ante πρόσωπον lac. IV litt.; μορφήν addidit Boll ex Rhetorio, ubi haec leguntur: γάμον νομμκὸν καὶ τροφόν, ἀδελφὸν μείζονα, μορφήν, πρόσωπον, θέαν . . . 17 an ἀδελφὴν? 20 εὐθείας scl. ὁδούς Κερκίνος] nam Cancer Lunae est domicilium 22 φύσσης M 23 ἀσήμου] ἀργίρου Theophil. (Maxim. 121, 19 L.) ἡμερινῆς M Ὁ δὲ τοῦ Κρόνου ποιεῖ μὲν τούς ὐπʼ αὐτὸν γεννωμένους μικρολόγους, βασκάνους, πολυμερίμνους, ἑαυτοὺς καταρρίπτοντας, μονοτρόπους, τυφώδεις, ἀποκρύπτοντας τὴν δολιότητα, αὐστηρούς, κατανενευκότας, ὑποκρινομένην τὴν ὁρασιν ἔχοντας, αὐχμηρούς, μελανοείμονας, προσαιτητικούς, καταστύγνους, κακοπαθεῖς, πλαστικούς, πάρυγρα πράσσοντας. ποιεῖ δὲ καὶ ταπεινότητας, νωχελίας, ἀπραξίας, ἐγκοπάς τῶν πρασσομένων, πολυχρονίους δίκας, ἀνασκευὰς πραγμάτων, κρυβάς, συνοχάς, δεσμά, πένθη, καταιτιασμούς, δάκρυα, ὀρφανίας, αἰχμαλωσίας, ἐκθέσεις· γεηπόνους δὲ καὶ γεωργοὺς ποιεῖ διὰ τῆς γῆς αὐτὸν κυριεύειν, μισθωτάς τε κτημάτων καὶ τελώνας καὶ βιαίους πράξεις ἀποτελεῖ, δόξας περιποιεῖ μεγάλας καὶ τάξεις ἐπισήμους καὶ ἐπιτροπείας καὶ ἀλλοτρίων διοικητάς καὶ ἀλλοτρίων τέκνων πατέρας. οὐσίας δὲ κυριεύει μολύβδου, ξύλων καὶ λίθων· τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει σκελῶν, γονάτων νεύρων, ἰχώρων, φλέγματος, κύστεως, νεφρῶν καὶ τῶν ἐντὸς ἀποκρύφων. σινῶν δὲ δηλωτικὸς ὅσα συνίσταται ἐκ ψύξεως καὶ ὑγρότητος, οἷον ὑδρωπικῶν, νεύρων ἀλγηδόνων, ποδάγρας, βηχός, δυσεντερίας, κηλῶν, σπασμῶν, παθῶν δὲ δαιμονισμοῦ, κιναιδίας, ἀκαθαρσίας. ποιεῖ δὲ καὶ ἀγάμους καὶ χηρείας, ὀρφανίας, ἀτεκνίας. τοὺς δὲ θανάτους ἀποτελεῖ βιαίους ὕδατι ἢ διʼ ἀγχόνης ἢ δεσμῶν ἢ δυσεντερίας. ποιεῖ δὲ καὶ πτώσεις ἐπὶ στόμα. ἐστὶ δὲ Νεμέσεως ἀστὴρ καὶ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ καστορίζων, τῇ δὲ γεύσει στυφός. Ὁ δὲ τοῦ Διὸς σημαίνει τέκνωσιν, γονήν, ἐπιθυμίαν, ἔρωτας, συστάσεις, γνώσεις, φιλίας μεγάλων ἀνδρῶν, εὐπορίας, ὀψώνια, δωρεὰς μεγάλας, καρπῶν εὐφορίας, δικαιοσύνην, ἀρχάς, πολιτείας, δόξας, προστασίας ἱερῶν, μεσιτείας κρίσεων, πίστεις, κληρονομίας, ἀδελφότητα, κοινωνίαν, εἰσποίησιν, ἀγαθῶν βεβαίωσιν, κακῶν ἀπαλλαγήν, δεσμῶν λύσιν, ἐλευθερίαν, παρακαταθήκην, χρήματα, οἰκονομίας. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τῶν μὲν ἐκτὸς μηρῶν, ποδῶν, ὅθεν καὶ δρόμον ἐν ταῖς ἀθλήσεσι παρέχεται, τῶν δὲ ἐντὸς σπορᾶς, μήτρας, ἥπατος, δεξιῶν μερῶν. οὐσίας δὲ κυριεύει κασσιτέρου. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ φαιὸς καὶ μᾶλλον λευκός, τῇ δὲ γεύσει γλυκύς. Ὁ δὲ τοῦ Ἄρεος σημαίνει βίας, πολέμους, ἁρπαγάς, κραυγάς, ὕβρεις, μοιχείας, ἀφαιρέσεις ὑπαρχόντων, ἐκπτώσεις, φυγαδείας, γονέων ἀπαλλοτριώσεις, αἰχμαλωσίας, φθοράς γυναικῶν, 5 an πλευστικοὺς ut Neap.? 7 ἐκκοπὰς M 18 δαιμονισμοὺς M 22 cf. B. L. 94 1 30 τῶν δὲ] τοῦ δὲ M 31 δρόμον ἄθλοις anon. ἐμβρυοτομίας, συνηθείας, γάμους, ἀγαθῶν ἀφαιρέσεις, ψεύσματα, κενὰς ἐλπίδας, βιαίους κλοπάς, λῃστείας, συλήσεις, διακοπὰς φίλων, ὀργήν, μάχην, λοιδορίαν, ἔχθρας, δίκας· ἐπάγει δὲ καὶ φδνους βιαίους καὶ τομὰς καὶ αἱμαγμούς, πυρετῶν ἐπιφοράς, ἑλκώσεις, ἐξανθήματα, ἐμπρησμούς, δεσμά, βασάνους, ἀρρενότητα, ἐπιορκίαν, πλάνην, πρεσβείας ἐπὶ κακοῖς, καὶ διὰ πυρὸς ἢ διὰ σιδήρου πράσσοντας, χειροτέχνας, σκληρουργούς. ποιεῖ δὲ καὶ ἀρχὰς στρατείας καὶ πολεμάρχας, ὁπλιστάς, ἡγεμονείας, κυνηγεσίας, θήρας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, ἐπισκιασμούς, ἀποπληξίας. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς, ἕδρας, μορίου, τῶν δὲ ἐντὸς αἵματος, σπερματικῶν πόρων, χολῆς, σκυβάλων ἐκκρίσεως, ὀπισθίων μερῶν, ἀναποδισμοῦ, ὑπτιασμοῦ. ἔχει δὲ καὶ σκληρὸν καὶ ἀπότομον. οὐσίας δὲ κυριεύει σιδήρου καὶ κόσμου ἱματίων διὰ τὸν Κριὸν καὶ οἴνου καὶ ὀσπρίων. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ ἐρυθρός, τῇ δὲ γεύσει πικρός.