θ'. ΜΕΤΩΝΥΜΙΑ. Μετωνυμία ἐστὶ μέρος λόγου ἐφ᾽ ἑτέρου μέν τινος κυρίως κείμενον, ἕτερον δὲ σημαῖνον κατὰ τὸ οἰκεῖον, ὑπείρεχον Ἡφαίστοιο· σημαίνει δὲ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. καὶ πάλιν ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης· ἀντὶ τοῦ ὁ σίδηρος, καὶ ὅταν λέγωμεν τὸν οἶνον Διόνυσον, καὶ τὸν σῖτον Δήμητραν, καὶ τὰ παραπλήσια.