ζ'. ΣΥΝΕΚΔΟΧΗ. Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν διανοίας. ἔχει δὲ τέσσαρας διαφοράς· καὶ γὰρ ἀπὸ τοῦ μέρους τὸ ὅλον δηλοῖ, καὶ ἀπὸ τοῦ ὅλου τὸ μέρος, καὶ ἀπὸ τοῦ συμβαίνοντος τὸ προηγούμενον, καὶ ἀπὸ τοῦ συμβόλου τὸ κύριον. ἀπὸ μὲν οὖν μέρους τὸ ὅλον, οἷον θεὰ λευκώλενος Ἥρη· ἀπὸ γὰρ τοῦ βραχίονος τὸ ὅλον σῶμα δηλοῖ. ἀπὸ δὲ τοῦ ὅλου τὸ μέρος, οἷον βόας αὔας ἀντὶ τοῦ βύρσας, τουτέστι τὰς ἀσπίδας. ἀπὸ γὰρ ὅλου τοῦ βοὸς ἐδήλωσε τὸ μέρος, ἤγουν τὸ δέρμα. ἀπὸ δὲ συμβαίνοντος τὸ προηγούμενον, οἷον ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι. τὸ λεύκαινον γὰρ ἀντὶ τοῦ συντόνως ἤρεσσον· ἐκ γὰρ τοῦ κωπηλατεῖσθαι συμβαίνει λευκαίνεσθαι τὸ ὕδωρ. ἀπὸ δὲ συμβόλου τὸ κύριον, οἷον σκῆπτρον μέντοι δῶκε τετιμῆσθαι περὶ πάντων· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν βασιλείαν εἶπε τὸ σύμβολον, δεικνύς ἐκ τούτου τὸ κύριον ἤγουν τὴν βασιλείαν· σύμβολον γάρ ἐστι τῆς βασιλείας τὸ σκῆπτρον. η'. ΟΝΟΜΑΤΟΠΟΙΙΑ. Ὀνοματοποιΐα ἐστὶ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων, οἷον λίγξε βιός· αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα· φωνῆς δὲ τὸ τοιοῦτον, οἷον ἡ ὀλολυγὴ καὶ ὁ μυκηθμός, καὶ τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας. θ'. ΜΕΤΩΝΥΜΙΑ. Μετωνυμία ἐστὶ μέρος λόγου ἐφ᾽ ἑτέρου μέν τινος κυρίως κείμενον, ἕτερον δὲ σημαῖνον κατὰ τὸ οἰκεῖον, ὑπείρεχον Ἡφαίστοιο· σημαίνει δὲ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. καὶ πάλιν ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης· ἀντὶ τοῦ ὁ σίδηρος, καὶ ὅταν λέγωμεν τὸν οἶνον Διόνυσον, καὶ τὸν σῖτον Δήμητραν, καὶ τὰ παραπλήσια.