Ϛ'. ΑΝΑΣΤΡΟΦΗ. Ἀναστροφὴ δέ ἐστι λέξις ἣν χρὴ προηγεῖσθαι τῆς σημαινομένης διανοίας δευτέραν ἔχουσαν τάξιν, ἔνιοι δὲ καὶ ἐπὶ πλειόνων λόγου μερῶν· ἐν μὲν προθέσει οὕτως, ᾧ ἔπι πόλλ᾽ ἐμόγησα. ἐν δ᾽ ἐπιρρήματι, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς. ἀντὶ ὡς ὄρνιθας. ἐν δὲ συνδέσμοις, ἤτοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν· οὐδὲ λίην λυπρὴ αὐτὰρ δ᾽ εὐρεῖα τέτυκται. ταῦτα μὲν πρὸς μίαν ἀναστρέφεται λέξιν, ἀλλαχοῦ δέ ἐστι πρὸς πλείονα μέρη λόγου τὴν ἀναστροφὴν ἔχειν, οἷον Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι· ἡ γὰρ ἀντὶ πρόθεσις οὐκέτι μιᾷ συντάσσεται, ἀλλὰ δυσὶ λέξεσιν, καὶ τὸ ἑξῆς ἀνθ᾽ Ἕκτορος ὠφείλετε.