ε'. ΥΠΕΡΒΑΤΟΝ. Ὑπερβατόν ἐστι φράσις ἀναμέσον τὰ ἑξῆς ἔχουσα, γίνονται δὲ τὰ ὑπερβατὰ ἐν εἴδεσι δυσίν, εἴτε ἐν λέξει, οἷον πάντη γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον. ἔστι δὲ καὶ ἐν συνθέτοις λέξεσιν ὑπερβατὰ γινόμενα, οἷον νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος ἠελίοιο ἤσθιον· ἀντὶ τοῦ κατήσθιον. τὰ δ᾽ ἐν λόγῳ γινόμενα ἔχει οὕτως παρ᾽ Ὁμήρῳ, ὣς ἔφατ᾽· Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον· ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν— μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο. τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται, ὣς ἔφατο, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον μῦθον ἐπαινήσαντες. ἔνιοι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ὑπερβατὰ πεποιήκασιν, ὡς καὶ Σιμωνίδης ἐν ἐπιγράμμασιν, Ἑρμῆν τόνδ᾽ ἀνέθηκε Δημήτριος, ὄρθια δ᾽ οὐκ ἐν προθύροις, ἀντὶ τοῦ οὐκ ὄρθια δέ.