<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1763.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><head rend="center">ε'. ΥΠΕΡΒΑΤΟΝ.</head><p rend="indent">Ὑπερβατόν ἐστι φράσις ἀναμέσον τὰ ἑξῆς ἔχουσα, γίνονται δὲ τὰ ὑπερβατὰ ἐν
                        εἴδεσι δυσίν, εἴτε ἐν λέξει, οἷον <lb/><quote rend="blockquote">πάντη γὰρ περὶ τεῖχος
                            ὀρώρει θεσπιδαὲς πῦρ <lb/>λάϊνον. </quote><lb/>ἔστι δὲ καὶ ἐν συνθέτοις λέξεσιν
                        ὑπερβατὰ γινόμενα, οἷον <lb/><quote rend="blockquote">νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος
                            ἠελίοιο <lb/>ἤσθιον· </quote><lb/>ἀντὶ τοῦ κατήσθιον. τὰ δ᾽ ἐν λόγῳ γινόμενα ἔχει
                        οὕτως παρ᾽ Ὁμήρῳ, <lb/><quote rend="blockquote">ὣς ἔφατ᾽· Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον· ἀμφὶ
                            δὲ νῆες<lb/>σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν—<lb/>μῦθον ἐπαινήσαντες
                            Ὀδυσσῆος θείοιο.</quote><lb/>τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται, ὣς ἔφατο, Ἀργεῖοι δὲ
                        μέγ᾽ ἴαχον μῦθον ἐπαινήσαντες. ἔνιοι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ὑπερβατὰ πεποιήκασιν, ὡς
                        καὶ Σιμωνίδης ἐν ἐπιγράμμασιν, <quote rend="expand">Ἑρμῆν τόνδ᾽ ἀνέθηκε Δημήτριος,
                            ὄρθια δ᾽ οὐκ ἐν προθύροις,</quote> ἀντὶ τοῦ οὐκ ὄρθια δέ. </p></div><div type="textpart" subtype="section" n="6"><head rend="center">Ϛ'. ΑΝΑΣΤΡΟΦΗ.</head><p rend="indent">Ἀναστροφὴ δέ ἐστι λέξις ἣν χρὴ προηγεῖσθαι τῆς σημαινομένης διανοίας
                        δευτέραν ἔχουσαν τάξιν, ἔνιοι δὲ καὶ ἐπὶ πλειόνων λόγου μερῶν· ἐν μὲν προθέσει οὕτως,
                            <lb/><quote rend="blockquote">ᾧ ἔπι πόλλ᾽ ἐμόγησα. </quote><lb/>ἐν δ᾽ ἐπιρρήματι,
                            <pb facs="219219004_0259" n="219"/>
                        <lb/><quote rend="blockquote">τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς.
                        </quote><lb/>ἀντὶ ὡς ὄρνιθας. ἐν δὲ συνδέσμοις, <lb/><quote rend="blockquote">ἤτοι μὲν
                            τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν· <lb/>οὐδὲ λίην λυπρὴ αὐτὰρ δ᾽ εὐρεῖα τέτυκται.
                        </quote><lb/>ταῦτα μὲν πρὸς μίαν ἀναστρέφεται λέξιν, ἀλλαχοῦ δέ ἐστι πρὸς πλείονα μέρη
                        λόγου τὴν ἀναστροφὴν ἔχειν, οἷον <lb/><quote rend="blockquote">Ἕκτορος ὠφέλετ’ ἀντὶ
                            θοῇς ἐπὶ νηυσὶ πεφάσθαι· </quote><lb/>ἡ γὰρ ἀντὶ πρόθεσις οὐκέτι μιᾷ συντάσσεται,
                        ἀλλὰ δυσὶ λέξεσιν, καὶ τὸ ἑξῆς ἀνθ᾽ Ἕκτορος ὠφείλετε. </p></div><div type="textpart" subtype="section" n="7"><head rend="center">ζ'. ΣΥΝΕΚΔΟΧΗ.</head><p rend="indent">Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος
                        ἔξωθεν διανοίας. ἔχει δὲ τέσσαρας διαφοράς· καὶ γὰρ ἀπὸ τοῦ μέρους τὸ ὅλον δηλοῖ, καὶ
                        ἀπὸ τοῦ ὅλου τὸ μέρος, καὶ ἀπὸ τοῦ συμβαίνοντος τὸ προηγούμενον, καὶ ἀπὸ τοῦ συμβόλου
                        τὸ κύριον. ἀπὸ μὲν οὖν μέρους τὸ ὅλον, οἷον <lb/><quote rend="blockquote">θεὰ
                            λευκώλενος Ἥρη· </quote><lb/>ἀπὸ γὰρ τοῦ βραχίονος τὸ ὅλον σῶμα δηλοῖ. ἀπὸ δὲ τοῦ
                        ὅλου τὸ μέρος, οἷον βόας αὔας ἀντὶ τοῦ βύρσας, τουτέστι τὰς ἀσπίδας. ἀπὸ γὰρ ὅλου τοῦ
                        βοὸς ἐδήλωσε τὸ μέρος, ἤγουν τὸ δέρμα. ἀπὸ δὲ συμβαίνοντος τὸ προηγούμενον, οἷον
                            <lb/><quote rend="blockquote">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.
                        </quote><lb/>τὸ λεύκαινον γὰρ ἀντὶ τοῦ συντόνως ἤρεσσον· ἐκ γὰρ τοῦ κωπηλατεῖσθαι
                        συμβαίνει λευκαίνεσθαι τὸ ὕδωρ. ἀπὸ δὲ συμβόλου τὸ κύριον, οἷον <lb/><quote rend="blockquote">σκῆπτρον μέντοι δῶκε τετιμῆσθαι περὶ πάντων· </quote><lb/>ἀντὶ
                        γὰρ τοῦ εἰπεῖν τὴν βασιλείαν εἶπε τὸ σύμβολον, δεικνύς ἐκ τούτου τὸ κύριον ἤγουν τὴν
                        βασιλείαν· σύμβολον γάρ ἐστι τῆς βασιλείας τὸ σκῆπτρον.</p><pb facs="219219004_0260" n="220"/></div><div type="textpart" subtype="section" n="8"><head rend="center">η'. ΟΝΟΜΑΤΟΠΟΙΙΑ.</head><p rend="indent">Ὀνοματοποιΐα ἐστὶ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων
                        ἤχων, οἷον <quote rend="expand">λίγξε βιός· </quote>
                        <lb/><quote rend="blockquote">αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα· </quote><lb/>
                        φωνῆς δὲ τὸ τοιοῦτον, οἷον ἡ ὀλολυγὴ καὶ ὁ μυκηθμός, καὶ <lb/><quote rend="blockquote">τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας. </quote><lb/></p></div><div type="textpart" subtype="section" n="9"><head rend="center">θ'. ΜΕΤΩΝΥΜΙΑ.</head><p rend="indent">Μετωνυμία ἐστὶ μέρος λόγου ἐφ᾽ ἑτέρου μέν τινος κυρίως κείμενον, ἕτερον
                        δὲ σημαῖνον κατὰ τὸ οἰκεῖον, <quote rend="expand">ὑπείρεχον Ἡφαίστοιο· </quote>
                        σημαίνει δὲ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. καὶ πάλιν <lb/><quote rend="blockquote">ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης· </quote><lb/>ἀντὶ τοῦ ὁ
                        σίδηρος, καὶ ὅταν λέγωμεν τὸν οἶνον Διόνυσον, καὶ τὸν σῖτον Δήμητραν, καὶ τὰ
                        παραπλήσια. </p></div></div></body></text></TEI>