γ'. ΚΑΤΑΧΡΗΣΙΣ. Κατάχρησίς ἐστι μέρος λόγου κυρίως καὶ ἐτύμως κατονομασθέν, λεγόμενον ἐπί τινος ἑτέρου ἀκατονομάστου κατὰ τὸ οἰκεῖον, οἷον πυξίς, χαλκὶς καὶ τριήραρχος· καὶ ἡ μὲν πυξὶς κυρίως καὶ ἐτύμως ἐστὶν ἡ ἐκ ξύλου πύξου κατεσκευασμένη, καὶ τὰ μολίβδινα χαλκίδας προσαγορεύομεν, καὶ τριήραρχον οὐ μόνον τοὺς τριηρέων ἄρχοντας, ἀλλὰ καὶ πεντήρεων καὶ ἑξήρεων, καὶ τὸν ἀνδριάντα καὶ γυναικὸς λέγομεν, καὶ Ὅμηρος νέκταρ ἐῳνοχόει· οὐ κατὰ τὸ οἰκεῖον, ἀλλ᾽ ἀκατονόμαστόν ἐστι.