κε'. ΕΞΟΧΗ. Ἐξοχή ἐστιν ὀνόματος διαστολὴ κατὰ διαφορὰν πρὸς τὰ σημαινόμενα, οἷον Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν· ὥσπερ τοῦ Ἕκτορος οὐχὶ ἑνὸς τῶν Τρώων, ἐπὶ τοῦτον ἤνεγκε· κατ᾽ ἐξοχὴν γὰρ αὐτὸν ἐδήλωσε. καὶ ὁμοίως οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην· θάνε δὲ ξανθὸς Μελέαγρος. κϚ'. ΥΣΤΕΡΟΛΟΓΙΑ. Ὑστερολογία ἐστὶ μέρος λόγου, ὅταν ὃ δεῖ πρῶτον λέγειν ὕστερόν τις ἐπιφέρῃ, οἷον ἅμα τράφεν ἠδ’ ἐγένοντο· ἀντὶ τοῦ ὁμοῦ ἐγένοντο καὶ ἐτράφησαν, καὶ δούπησε δὲ πεσὼν ἀντὶ τοῦ πεσὼν ἐδούπησε. καὶ ἀλλ᾽ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον· ἀντὶ τοῦ ἄκουσον καὶ ὑπόκριναι. καὶ εἵματα δ᾽ ἀμφιέσασα θυώδεα λούσασα. καὶ λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. κζ'. ΣΧΗΜΑ. Σχῆμά ἐστι σολοικισμὸς ἀπολογίαν ἔχων, ὡς ὅταν εἴπωμεν, ὁ Φίλιππος, ὃν πάντες μισοῦσιν, ἀγαθός ἐστι. διαφέρει δὲ σχῆμα σολοικισμοῦ, ἐπειδὴ σχῆμα μέν ἐστι ποιητοῦ ἢ συγγραφέως ἁμάρτημα ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ καλλωπισμόν, σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον οὐ διὰ τέχνην, ἀλλὰ δι᾽ ἀμαθίαν γινόμενον.