κδ'. ΕΠΑΥΞΗΣΙΣ. Ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει τὰ τοιαῦτα, τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα· ὠκύπτερον γὰρ παρέστησε τῶν νεῶν τὸ τάχος, ἐπισυνάψας τῷ προτέρῳ τὸ νόημα. ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ· ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος· ἱκανὸν γὰρ τὸ ἴκελος αὐγῇ, προστιθεὶς δὲ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον.