κβ'. ΣΥΛΛΗΨΙΣ. Σύλληψίς ἐστι δυοῖν ὑποκειμένων πραγμάτων τὸ πραχθὲν ἰδίᾳ ὡς κοινῶς παραλαμβάνουσα, οἷον Ὀδυσσεύς περὶ τῆς ἀναιρέσεως Δόλωνος λέγει Νέστορι, τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν, καίτοι τοῦ Διομήδους μόνον αὐτὸν ἀνελόντος· τὸ μὲν ὑπόδειγμα τοῦ ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν· ἀλλαχοῦ δέ ἐστιν ἃ συλλαμβάνει ἕνα πρὸς πολλούς, ὡς ἔχει τὰ ὑπὸ Θερσίτου λεγόμενα πρὸς Ἀγαμέμνονα, πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες, εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν. συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστεῦσιν ἀσθενὴς καὶ οὐδαμινὸς τυγχάνων.