κ'. ΑΜΦΙΒΟΛΙΑ. Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου, ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει, ἢ τοῦ Ἀχιλλέως, καὶ τὰ ἐπὶ τοῦ Ἑρμοῦ εἰρημένα· σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς· ὅστε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ· ληπτέον, ἵν ᾖ πυκινὰ ἀγρώσσων ἢ πυκινὰ πτερὰ δεύεται ἅλμῃ. κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά, τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπί τε τῶν κηρύκων καὶ τῆς πόλεως καὶ τῶν ἱερῶν, ἐπεὶ ἡ Ἴλιος τετείχισται ὑπὸ τῶν θεῶν. διὸ καὶ πολλάκις αὐτὴν λέγει Ἴλιον ἱρήν. καὶ πάλιν Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε· καὶ ὁμοίως, δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα· γίνεται δὲ ἡ ἀμφιβολία λέξει, ὡς Αἴας· ἄδηλον γάρ, τίς τῶν δύο. καὶ λόγῳ δὸς δέ γέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.