<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1763.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="20"><head rend="center">κ'. ΑΜΦΙΒΟΛΙΑ.</head><p rend="indent">Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον <lb/><quote rend="blockquote">χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου, </quote><lb/>
                        ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει, ἢ τοῦ Ἀχιλλέως, καὶ τὰ ἐπὶ τοῦ
                        Ἑρμοῦ εἰρημένα· <lb/><quote rend="blockquote">σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι
                            ἐοικώς· <lb/> ὅστε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο <lb/> ἰχθῦς ἀγρώσσων
                            πυκινὰ πτερὰ δεύεται ἅλμῃ· </quote><lb/>ληπτέον, ἵν ᾖ πυκινὰ ἀγρώσσων ἢ πυκινὰ
                        πτερὰ δεύεται ἅλμῃ. <lb/><quote rend="blockquote">κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια
                            πιστά, </quote><lb/>τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπί τε τῶν κηρύκων καὶ τῆς πόλεως
                        καὶ τῶν ἱερῶν, ἐπεὶ ἡ Ἴλιος τετείχισται ὑπὸ τῶν θεῶν. διὸ καὶ πολλάκις αὐτὴν λέγει
                        Ἴλιον ἱρήν. καὶ πάλιν <lb/><quote rend="blockquote">Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον
                            Οἰνόμαόν τε· </quote><lb/>καὶ ὁμοίως, <pb facs="219219004_0264" n="224"/><lb/><quote rend="blockquote">δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα·
                        </quote><lb/>γίνεται δὲ ἡ ἀμφιβολία λέξει, ὡς Αἴας· ἄδηλον γάρ, τίς τῶν δύο. καὶ λόγῳ
                            <lb/><quote rend="blockquote">δὸς δέ γέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.
                        </quote><lb/></p></div><div type="textpart" subtype="section" n="21"><head rend="center">κα'. ΠΑΡΕΚΒΑΣΙΣ.</head><p rend="indent">Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὡς
                        τὰ τοῦ Φοίνικος περὶ Κουρήτων <lb/><quote rend="blockquote">μέμνημαι τόδε ἔργον ἐγὼ
                            πάλαι, οὔτι νέον γε <lb/> ὡς ἦν, ἐν δ᾽ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. <lb/> Κουρῆτές
                            τ᾽ ἐμάχοντο καὶ Αἰτωλοὶ μενέχαρμοι· </quote><lb/>καὶ τὰ ἑξῆς. </p></div><div type="textpart" subtype="section" n="22"><head rend="center">κβ'. ΣΥΛΛΗΨΙΣ.</head><p rend="indent">Σύλληψίς ἐστι δυοῖν ὑποκειμένων πραγμάτων τὸ πραχθὲν ἰδίᾳ ὡς κοινῶς
                        παραλαμβάνουσα, οἷον Ὀδυσσεύς περὶ τῆς ἀναιρέσεως Δόλωνος λέγει Νέστορι, <lb/><quote rend="blockquote">τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν, </quote><lb/>καίτοι τοῦ
                        Διομήδους μόνον αὐτὸν ἀνελόντος· τὸ μὲν ὑπόδειγμα τοῦ ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν·
                        ἀλλαχοῦ δέ ἐστιν ἃ συλλαμβάνει ἕνα πρὸς πολλούς, ὡς ἔχει τὰ ὑπὸ Θερσίτου λεγόμενα πρὸς
                        Ἀγαμέμνονα, <lb/><quote rend="blockquote">πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ
                            γυναῖκες, <lb/> εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ <lb/> πρωτίστῳ δίδομεν
                            εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν. </quote><lb/>συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστεῦσιν
                        ἀσθενὴς καὶ οὐδαμινὸς τυγχάνων. </p></div><div type="textpart" subtype="section" n="23"><head rend="center">κγ'. ΑΙΝΙΓΜΑ.</head><p rend="indent">Αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ σύνθετον πειρωμένη
                        ποιεῖν, ὡς τὰ παρ᾽ Ἡσιόδῳ τὰ περὶ τῆς κύλικος λεγόμενα, <pb n="225" facs="219219004_0265"/><lb/><quote rend="blockquote">μηδέποτ᾽ οἰνοχόην τιθέμεν
                            κρητῆρος ὕπερθεν· <lb/> αὐτὰρ ἐπεὶ δ᾽ αὐτοὶ μὲν κνίσσης ἐξ ἔρον ἕντο·
                        </quote><lb/>καὶ οὐ μητέρα μητρὸς ἄγοντο αὐαλέην καὶ ὀπταλέην, ἐπεὶ δοκεῖ πρῶτα μὲν
                        ξηραίνεσθαι, εἶτα ὀπτᾶσθαι· ἐφ᾽ ἑτέροισι τεκέεσσι, τοῖς ἑαυτοῦ τέκνοις, λέγει δὲ τοῖς
                        ξένοις, τὸ δὲ τεθνάναι, καθὸ δοκεῖ ἐκ τῆς ὕλης εἰλῆφθαι. </p></div><div type="textpart" subtype="section" n="24"><head rend="center">κδ'. ΕΠΑΥΞΗΣΙΣ.</head><p rend="indent">Ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει
                        τὰ τοιαῦτα, <lb/><quote rend="blockquote">τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα·
                        </quote><lb/>ὠκύπτερον γὰρ παρέστησε τῶν νεῶν τὸ τάχος, ἐπισυνάψας τῷ προτέρῳ τὸ
                        νόημα. <lb/><quote rend="blockquote">ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ· <lb/> ἢ
                            πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος· </quote><lb/>ἱκανὸν γὰρ τὸ ἴκελος αὐγῇ,
                        προστιθεὶς δὲ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον. </p></div></div></body></text></TEI>