κ'. ΑΜΦΙΒΟΛΙΑ. Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου, ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει, ἢ τοῦ Ἀχιλλέως, καὶ τὰ ἐπὶ τοῦ Ἑρμοῦ εἰρημένα· σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς· ὅστε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ· ληπτέον, ἵν ᾖ πυκινὰ ἀγρώσσων ἢ πυκινὰ πτερὰ δεύεται ἅλμῃ. κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά, τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπί τε τῶν κηρύκων καὶ τῆς πόλεως καὶ τῶν ἱερῶν, ἐπεὶ ἡ Ἴλιος τετείχισται ὑπὸ τῶν θεῶν. διὸ καὶ πολλάκις αὐτὴν λέγει Ἴλιον ἱρήν. καὶ πάλιν Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε· καὶ ὁμοίως, δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα· γίνεται δὲ ἡ ἀμφιβολία λέξει, ὡς Αἴας· ἄδηλον γάρ, τίς τῶν δύο. καὶ λόγῳ δὸς δέ γέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν. κα'. ΠΑΡΕΚΒΑΣΙΣ. Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὡς τὰ τοῦ Φοίνικος περὶ Κουρήτων μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε ὡς ἦν, ἐν δ᾽ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοὶ μενέχαρμοι· καὶ τὰ ἑξῆς. κβ'. ΣΥΛΛΗΨΙΣ. Σύλληψίς ἐστι δυοῖν ὑποκειμένων πραγμάτων τὸ πραχθὲν ἰδίᾳ ὡς κοινῶς παραλαμβάνουσα, οἷον Ὀδυσσεύς περὶ τῆς ἀναιρέσεως Δόλωνος λέγει Νέστορι, τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν, καίτοι τοῦ Διομήδους μόνον αὐτὸν ἀνελόντος· τὸ μὲν ὑπόδειγμα τοῦ ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν· ἀλλαχοῦ δέ ἐστιν ἃ συλλαμβάνει ἕνα πρὸς πολλούς, ὡς ἔχει τὰ ὑπὸ Θερσίτου λεγόμενα πρὸς Ἀγαμέμνονα, πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες, εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν. συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστεῦσιν ἀσθενὴς καὶ οὐδαμινὸς τυγχάνων. κγ'. ΑΙΝΙΓΜΑ. Αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ σύνθετον πειρωμένη ποιεῖν, ὡς τὰ παρ᾽ Ἡσιόδῳ τὰ περὶ τῆς κύλικος λεγόμενα, μηδέποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν· αὐτὰρ ἐπεὶ δ᾽ αὐτοὶ μὲν κνίσσης ἐξ ἔρον ἕντο· καὶ οὐ μητέρα μητρὸς ἄγοντο αὐαλέην καὶ ὀπταλέην, ἐπεὶ δοκεῖ πρῶτα μὲν ξηραίνεσθαι, εἶτα ὀπτᾶσθαι· ἐφ᾽ ἑτέροισι τεκέεσσι, τοῖς ἑαυτοῦ τέκνοις, λέγει δὲ τοῖς ξένοις, τὸ δὲ τεθνάναι, καθὸ δοκεῖ ἐκ τῆς ὕλης εἰλῆφθαι. κδ'. ΕΠΑΥΞΗΣΙΣ. Ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει τὰ τοιαῦτα, τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα· ὠκύπτερον γὰρ παρέστησε τῶν νεῶν τὸ τάχος, ἐπισυνάψας τῷ προτέρῳ τὸ νόημα. ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ· ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος· ἱκανὸν γὰρ τὸ ἴκελος αὐγῇ, προστιθεὶς δὲ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον.