<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1763.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="2"><head rend="center">β'. ΜΕΤΑΦΟΡΑ.</head><p rend="indent">Μεταφορά ἐστι λόγου μέρος μεταφερόμενον ἤτοι ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα·
                        τῶν δὲ μεταφορῶν εἴδη ἐστὶ πέντε· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀπὸ ἐμψύχων εἰς ἄψυχα, αἱ δὲ
                        τοὐναντίον ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἀψύχων ἐπὶ
                        ἄψυχα, αἱ δὲ ἀπὸ πράξεως ἐπὶ πρᾶξιν. ἀπὸ μὲν ἐμψύχων ἐπὶ ἄψυχα, ὅταν ὁ ποιητὴς ἐπὶ τῶν
                        δοράτων λέγῃ, <lb/><quote rend="blockquote">πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν
                            ἐπαυρεῖν,<lb/>ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.</quote><lb/>τὸ γὰρ
                        προθυμεῖσθαι ἐπὶ ἐμψύχων ἐστίν, ὅπερ τῷ δόρατι περιέθηκεν ἀψύχῳ ὄντι· τοῦτο δὲ εἴρηται
                        κατ᾽ ἔμφασιν. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἔμψυχα, ὡς τὸ <lb/><quote rend="blockquote">ἄσβεστος
                            δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως·</quote><lb/>τὸ γὰρ ἄσβεστον ἀπὸ ἀψύχου τοῦ πυρὸς μετηνέχθη
                        ἐπὶ ἔμψυχον τὸν γέλωτα, καὶ τοῦτο κατ᾽ ἔμφασιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον
                        ποιμένα λαῶν τὸν βασιλέα τῶν ὄχλων· καὶ γὰρ ἀμφότερα <del>ἐπὶ</del> ἔμψυχα, ὡς γὰρ
                        ὑποτέτακται τῷ ποιμένι τὰ ποίμνια, οὕτω τῷ βασιλεῖ οἱ ὄχλοι, ποιμὴν δὲ ὁ βασιλεύς·
                        εἴρηται δὲ τοῦτο καθ᾽ ὁμοιότητα. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, ὡς ἐπὶ τοῦ <lb/><quote rend="blockquote">σπέρμα πυρὸς σώζων ἵνα μήποθεν ἄλλοθεν αὔοι.</quote><lb/>
                        <pb facs="219219004_0257" n="217"/>καὶ γὰρ ἀμφότερα ἄψυχα. ἀπὸ δὲ πράξεως ἐπὶ πρᾶξιν,
                        οἷον <lb/><quote rend="blockquote">ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν
                            ὑφαίνει.</quote><lb/>τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων τάσσεται κυρίως, νῦν δὲ ἐπὶ
                        τῆς κατασκευῆς τῆς βουλῆς εἴληπται.</p><p rend="indent">Τῶν δὲ μεταφορῶν αἱ μέν εἰσιν ἐμφάσεων δηλωτικαὶ καὶ οὐ σώζουσαι τὴν
                        ὁμοιότητα, αἱ δὲ ὁμοῦ καὶ τὴν ἔμφασιν. </p></div></div></body></text></TEI>