ιθ'. ΑΝΤΟΝΟΜΑΣΙΑ. Ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικόν, ὃ καὶ μόνον ἀντὶ κυρίου παραλαμβάνεται, οἷον ὄφρ’ εἰδῇ Γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται, ἀντὶ τοῦ ἡ Ἀθηνᾶ· καὶ οὕτω γὰρ δηλοῖ Γαιήοχε κυανοχαῖτα, ἀντὶ τοῦ ὦ Πόσειδον· ἢ ἀντονομασία ἐστὶ λέξις δι᾽ ἐπιθέτων ἢ διὰ συσσήμων ὄνομα ἴδιον ἢ προσηγορικὸν σημαίνουσα· δι᾽ ἐπιθέτων μέν, οἷον Ἀτρείδη κύδιστε, ἀντὶ τοῦ ὦ Ἀγάμεμνον· διὰ δὲ συσσήμων, οἷον ἐρίγδουπος πόσις Ἥρης. καὶ Λητοῦς καὶ Διὸς υἱός.