<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1763.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="19"><head rend="center">ιθ'. ΑΝΤΟΝΟΜΑΣΙΑ.</head><p rend="indent">Ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικόν, ὃ καὶ μόνον ἀντὶ κυρίου
                        παραλαμβάνεται, οἷον <lb/><quote rend="blockquote">ὄφρ’ εἰδῇ Γλαυκῶπις, ὅταν ᾧ πατρὶ
                            μάχηται, </quote><lb/>ἀντὶ τοῦ ἡ Ἀθηνᾶ· καὶ οὕτω γὰρ δηλοῖ <lb/><quote rend="blockquote">Γαιήοχε κυανοχαῖτα, </quote><lb/>ἀντὶ τοῦ ὦ Πόσειδον· ἢ
                        ἀντονομασία ἐστὶ λέξις δι᾽ ἐπιθέτων ἢ διὰ συσσήμων ὄνομα ἴδιον ἢ προσηγορικὸν
                        σημαίνουσα· δι᾽ ἐπιθέτων μέν, οἷον Ἀτρείδη κύδιστε, ἀντὶ τοῦ ὦ Ἀγάμεμνον· διὰ δὲ
                        συσσήμων, οἷον <lb/><quote rend="blockquote">ἐρίγδουπος πόσις Ἥρης.
                            </quote><lb/>καὶ<lb/><quote rend="blockquote">Λητοῦς καὶ Διὸς υἱός.
                        </quote><lb/></p></div><div type="textpart" subtype="section" n="20"><head rend="center">κ'. ΑΜΦΙΒΟΛΙΑ.</head><p rend="indent">Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον <lb/><quote rend="blockquote">χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου, </quote><lb/>
                        ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει, ἢ τοῦ Ἀχιλλέως, καὶ τὰ ἐπὶ τοῦ
                        Ἑρμοῦ εἰρημένα· <lb/><quote rend="blockquote">σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι
                            ἐοικώς· <lb/> ὅστε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο <lb/> ἰχθῦς ἀγρώσσων
                            πυκινὰ πτερὰ δεύεται ἅλμῃ· </quote><lb/>ληπτέον, ἵν ᾖ πυκινὰ ἀγρώσσων ἢ πυκινὰ
                        πτερὰ δεύεται ἅλμῃ. <lb/><quote rend="blockquote">κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια
                            πιστά, </quote><lb/>τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπί τε τῶν κηρύκων καὶ τῆς πόλεως
                        καὶ τῶν ἱερῶν, ἐπεὶ ἡ Ἴλιος τετείχισται ὑπὸ τῶν θεῶν. διὸ καὶ πολλάκις αὐτὴν λέγει
                        Ἴλιον ἱρήν. καὶ πάλιν <lb/><quote rend="blockquote">Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον
                            Οἰνόμαόν τε· </quote><lb/>καὶ ὁμοίως, <pb facs="219219004_0264" n="224"/><lb/><quote rend="blockquote">δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα·
                        </quote><lb/>γίνεται δὲ ἡ ἀμφιβολία λέξει, ὡς Αἴας· ἄδηλον γάρ, τίς τῶν δύο. καὶ λόγῳ
                            <lb/><quote rend="blockquote">δὸς δέ γέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.
                        </quote><lb/></p></div><div type="textpart" subtype="section" n="21"><head rend="center">κα'. ΠΑΡΕΚΒΑΣΙΣ.</head><p rend="indent">Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὡς
                        τὰ τοῦ Φοίνικος περὶ Κουρήτων <lb/><quote rend="blockquote">μέμνημαι τόδε ἔργον ἐγὼ
                            πάλαι, οὔτι νέον γε <lb/> ὡς ἦν, ἐν δ᾽ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. <lb/> Κουρῆτές
                            τ᾽ ἐμάχοντο καὶ Αἰτωλοὶ μενέχαρμοι· </quote><lb/>καὶ τὰ ἑξῆς. </p></div></div></body></text></TEI>