ιζ'. ΑΣΤΕΙΣΜΟΣ. Ἀστεϊσμός ἐστι φράσις διὰ τῶν ἐναντίων τὸ κρεῖττον ἠθικῶς ἐμφαίνουσα, οἷον εἴ τις πλούσιος ὢν εἶναι πένης λέγοι, καὶ ὁ τεχνίτης ἄτεχνος, καὶ ἀγαθὸς φαῦλος. ἔνιοι δὲ τὸν ἀστεϊσμὸν ὡρίσαντο προσποίησιν εἶναι τῆς ἀληθείας.