ιδ'. ΥΠΕΡΒΟΛΗ. Ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς τὸ ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων. καὶ ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. εἰ μὲν οὖν μυθικῶς τις ἀκούει τὸ τοιοῦτον, ἀκυρολογία φανήσεται, εἰ δὲ μή, ὑπαχθήσεται τῇ ὑπερβολῇ, ὡς τὸ λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι.