ιβ'. ΠΑΡΑΠΛΗΡΩΜΑ. Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας· ἡ γὰρ πρὸ παρέλκει. καὶ ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιος, ὅς τε μάλιστα ἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων.