ια'. ΠΛΕΟΝΑΣΜΟΣ. Πλεονασμός ἐστι φράσις ἐν αὐτῇ πλεονάζουσα, ἢ ὡς ἐνδέχεται κατὰ ἀναλογίαν. τῶν δὲ λεγομένων πλεονασμῶν ἃ μὲν μέτρων ἕνεκα φράζονται, ἃ δὲ ἐμφάσεως· καὶ μέτρων μὲν τὰ τοιαῦτα, οἷον Αἰνείαο, Πριάμοιο, λελόγχασιν, καὶ πᾶν ὃ λέγεται κατὰ παραγωγήν· ἐμφάσεως δὲ σημαντικὰ τὰ τοιαῦτα, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσι. καὶ ἑρπύζων παρὰ θῖνα. τὸν νωθρὸν ἐμφαίνει καὶ ἄστατον, καὶ πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.