ι'. ΠΕΡΙΦΡΑΣΙΣ. Περίφρασίς ἐστι διὰ τῆς αὐτοτελοῦς καὶ κυρίας λέξεως διὰ πλειόνων αὐτὸ τὸ κύριον δηλοῦσα πρὸς αὔξησιν τοῦ σημαινομένου, οἷον βίη Ἡρακληείη, καὶ ίερὸν μένος Ἀλκινόοιο ἀντὶ τοῦ ὁ Ἡρακλῆς καὶ ὁ Ἀλκίνοος.