ι'. ΠΕΡΙΦΡΑΣΙΣ. Περίφρασίς ἐστι διὰ τῆς αὐτοτελοῦς καὶ κυρίας λέξεως διὰ πλειόνων αὐτὸ τὸ κύριον δηλοῦσα πρὸς αὔξησιν τοῦ σημαινομένου, οἷον βίη Ἡρακληείη, καὶ ίερὸν μένος Ἀλκινόοιο ἀντὶ τοῦ ὁ Ἡρακλῆς καὶ ὁ Ἀλκίνοος. ια'. ΠΛΕΟΝΑΣΜΟΣ. Πλεονασμός ἐστι φράσις ἐν αὐτῇ πλεονάζουσα, ἢ ὡς ἐνδέχεται κατὰ ἀναλογίαν. τῶν δὲ λεγομένων πλεονασμῶν ἃ μὲν μέτρων ἕνεκα φράζονται, ἃ δὲ ἐμφάσεως· καὶ μέτρων μὲν τὰ τοιαῦτα, οἷον Αἰνείαο, Πριάμοιο, λελόγχασιν, καὶ πᾶν ὃ λέγεται κατὰ παραγωγήν· ἐμφάσεως δὲ σημαντικὰ τὰ τοιαῦτα, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσι. καὶ ἑρπύζων παρὰ θῖνα. τὸν νωθρὸν ἐμφαίνει καὶ ἄστατον, καὶ πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. ιβ'. ΠΑΡΑΠΛΗΡΩΜΑ. Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας· ἡ γὰρ πρὸ παρέλκει. καὶ ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιος, ὅς τε μάλιστα ἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων. ιγ'. ΕΛΛΕΙΨΙΣ. Ἐλλειψίς ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, ἀλλὰ μιᾷ λέξει ἢ πλείοσιν ἐλλείπουσα, οἷον κόπτων ἀμφοτέρῃσιν· ἐλλείπει γὰρ ταῖς χερσίν. ὁμοίως ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί, ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται. ἐλλείπει γὰρ τὸ καλῶς ἂν ἔχοι· ἀπεκρέματο γὰρ ἡ διάνοια. ἔνιοι δὲ τὸν τρόπον τοῦτον προσυπακουόμενον καλοῦσιν. ιδ'. ΥΠΕΡΒΟΛΗ. Ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς τὸ ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων. καὶ ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. εἰ μὲν οὖν μυθικῶς τις ἀκούει τὸ τοιοῦτον, ἀκυρολογία φανήσεται, εἰ δὲ μή, ὑπαχθήσεται τῇ ὑπερβολῇ, ὡς τὸ λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι.