α'. ΑΛΛΗΓΟΡΙΑ. Ἀλληγορία ἐστὶ φράσις ἕτερον μέν τι δηλοῦσα, ἑτέρου δὲ ἔννοιαν παριστῶσα, τότε δὲ καταχρῶνται δεόντως τῇ ἀλληγορίᾳ, ὅταν ἢ δι᾽ εὐλάβειαν, ἢ δι᾽ αἰσχύνην οὐ δύνωνται φανερῶς ἀπαγγεῖλαι, ὃν τρόπον παρὰ Καλλιμάχῳ ἐν ἰάμβοις, τὸ πῦρ ὅπερ ἀνέκαυσας, πολλὴν πρόσω κέχρηκε φλόγα· ἴσχε δὲ δρόμον μαργοῦντος ἵππου . ταῦτα γὰρ οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυρός, οὔτε περὶ ἱπποδρομίας ἐστὶν ὁ λόγος, ἀλλ᾽ ὥσπερ αἰδούμενος ἐκδηλοῦν ἤλεγξε τὴν ὑπερβολὴν τῆς θρασύτητος.