εʹ. Φίλιππος δὲ ἀπόστολος ἐν Φρυγίᾳ κηρύξας τὸ εὐαγγέλιον θάπτεται ἐν Ἱεραπόλει μετὰ τῶν ζ θυγατέρων αὐτοῦ, ὧν Λουκᾶς ὁ εὐαγγελιστὴς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἀπεμνημόνευσεν. ϛʹ. Βαρθολομαῖος ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις εὐδαίμοσι κηρύξας τὸν Χριστὸν καὶ δεδωκὼς αὐτοῖς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, ἐκοιμήθη ἐν Κορβανοπόλει τῆς μεγάλης Ἀρμενίας. ζʹ. Θωμᾶς δὲ ὁ ἀπόστολος Πάρθοις καὶ Μήδοις, καὶ Πέρσαις καὶ Γερμανοῖς καὶ Βάκτροις καὶ Μάγοις κηρύξας τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, τελειοῦται ἐν πόλει τῆς Ἰνδίας Καλάμῃ τῇ λεγομένῃ. ηʹ. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς τῇ ἑβραΐδι διαλέκτῳ τὸ εὐαγγέλιον παραδοὺς τῇ ἐν Ἱεροσολύμοις ἐκκλησίᾳ κηρύξας τὸν Χριστὸν τελειοῦται ἐν Ἱεραπόλει τῆς Συρίας.