Ἐφ᾽ οὗπερ καὶ Κωνσταντῖνος ὁ ἀεισεβέστατος ἕνεκεν τῆς πρὸς Λικίνιον παρατάξεως καταλαβὼν τὸ Βυζάντιον, καὶ ἀρεσθεὶς τῇ τοῦ ἀνδρὸς σεμνότητι καὶ τὴν τῶν τόπων εὐκοσμίαν ἐννοήσας, τέως ταῖς εὐχαῖς τοῦ Μητροφόνους ἐγκρατὴς τοῦ κατὰ Λικίνιον πολέμου ἐγένετο, καὶ εὐθὺς τὰ τῆς Ῥώμης βασίλεια εἰς τὸ Βυζάντιον μετατίθησι τείχεσί τε αὐτὴν ὀχυρώσας καὶ ὀροφαῖς, παροχάς τε δαψιλεῖς τοῖς πολίταις χαρισάμενος κατὰ τὴν αὐτοῦ ἐπωνυμίαν. Ταῦτα ὁ πανάριστος Δωρόθεος ἐν Ῥωμαικοῖς συγγράμμασι καταλέλοιπεν, ἀντεβλήθησάν τε καὶ παρ᾽ ἡμῶν ἐν ὑπατείᾳ Φιλοξένου καὶ Πρόβου, ὁπηνίκα Ἰωάννης ὁ ἐπίσκοπος Ῥώμης ἤλυθεν ἐν Κωνσταντινουπόλει. Προτραπεὶς γὰρ ὑπὸ τοῦ τῆς πόλεως ἀρχιεπισκόπου συλλειτουργῆσαι αὐτῷ ἐν τοῖς γενεθλίοις τοῦ Χριστοῦ, ἀπηγόρευσε τοῦτο ποιῆσαι, ἐὰν μὴ πρῶτος τοῦ τῆς πόλεως ἐπισκόπου ἱερατεύσῃ, ὅσα τε δὴ τῆς Ῥώμης πρὸ Κωνσταντινουπόλεως ἐπισκόπου δεξαμένης. Κινήσεως οὖν ἐκ τούτου γενομένης ἐκ τῶν συγγραμμάτων τοῦ μεγάλου Δωροθέου τὴν σύστασιν οἱ ωνσταντινουπόλεως ἐποιοῦντο, δεικνύντες προγενεστέραν τῆς Ῥώμης τὴν Κωνσταντινουπόλεως εἶναι ἐπισκοπήν. Ἰωάννης δὲ ὁ Ῥωμαίων ἐπίσκοπος τὸ μὲν σύγγραμμα Δωροθέου ἀληθὲς εἶναι διεβεβαιοῦτο, προτιμᾶσθαι δὲ τοῦ τῆς πόλεως ἐπισκόπου ἔλεγεν διὰ τὸ τοῦ κορυφαιοτάτου τῶν ἀποστόλων τὸν τόπον ἐπέχειν, καὶ τούτου ἕνεκεν τὰ πρωτεῖα αὐτῷ παρεχωρήθη, οὐ μὴν διὰ τὸ προϋπάρχειν τὴν τῆς Ῥώμης ἐπισκοπὴν τῆς Κωνσταντινουπόλεως. Ὑποκατιὼν δὲ ἐν τοῖς τελευταίοις τοῦ συγγράμματος αὐτοῦ ὁ ἱερὸς Δωρόθεος μνήμην ποιεῖται καὶ τῶν δώδεκα ἀποστόλων σημαίνων, ἔνθα ὁ καθεὶς αὐτῶν ἐκήρυξεν εἰπών. αʹ. Πέτρος μὲν ὁ ἀπόστολος ἐν Γαλλίᾳ καὶ ἐν τοῖς μεσογαίοις Πόντου καὶ εἰς πᾶσαν τὴν Καππαδοκίαν καὶ Bιθυνίαν κηρύξας τὸ εὐαγγέλιον μετὰ τὸ ἐπαναζεῦξαι αὐτὸν ἀπὸ Ἀντιοχείας, ὕστερον δὲ καὶ ἐν τῇ Ἰταλίᾳ πάσῃ καὶ Ῥώμῃ, ἔνθα καὶ ὑπὸ Νέρωνος σταυρωθεὶς ἐν αὐτῇ τῇ Ῥώμῃ θάπτεται πρὸ τριῶν Καλανδῶν Ἰουλίων. βʹ. Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ πᾶσαν τὴν παραλίαν τῆς Βιθυνίας τε καὶ Πόντου, Θρᾴκης τε καὶ Σκύθας διῆλθεν εὐαγγελιζόμενος τὸν κύριον. Μετέπειτα δὲ ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἡ παρεμβολὴ Ἄψαρος καὶ ὁ Φᾶσις ποταμός, ἔνθα οἱ ἐσώτεροι Αἰθίωπες κατοικοῦσιν Ἐτάφη ἐν Πάτραις τῆς Ἀχαΐας σταυρωθεὶς ὑπὸ Αἰγεάτου. γʹ. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, μεθ᾽ ὧν εὐαγγελιζόμενος τὸν Χριστὸν ἀναιρεῖται μαχαίρᾳ ὑπὸ Ἡρώδου τοῦ τετράρχου ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. δ'. Ἰωάννης ὁ τούτου ἀδελφός, ὃς καὶ τὸ εὐαγγέλιον γεγράφηκεν, ἐν τῇ Ἐφέσῳ κηρύξας τὸν Χριστὸν ὑπὸ Τραιανοῦ τοῦ βασιλέως εἰς Πάτμον τὴν νῆσον διὰ τὸν λόγον τοῦ Χριστοῦ ἐξορίζεται. Ἐκ ταύτης μετάρσιος γεγονώς, διὸ καὶ λόγος κεκράτηκεν σὺν τῷ Ἐνὼχ καὶ τῷ Ἠλίᾳ ἔτι ἐν σαρκὶ αὐτὸν ὑράρχειν.