ξδʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας γέγονεν. ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ ὁ Λουκᾶς ταῖς πράξεσι μέμνηται, ὅς καὶ ἐπίσκοπος Βύβλου γέγονεν. ξϛʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὅς καὶ ἐπίσκοπος Διοσπόλεως γέγονεν. ξζʹ. Φιλήμων, πρὸς ὃν καὶ ἐπιστολὴν ἔγραψεν, ὃς καὶ ἐπίσκοπος Γάζης γέγονεν.