ξʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος Κορωνίας γέγονεν. ξαʹ. Τύχικος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, πρῶτος ἐπίσκοπος τῆς Χαλκηδόνος τῆς Βιθυνίας γέγονεν. ξβʹ. Κάρπος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ Βεροίας τῆς Θρᾴκης ἐπίσκοπος γέγονεν. ξγʹ. Εὔοδος, ὃς μετὰ Πέτρον τὸν ἀπόστολον ἐπίσκοπος γέγονεν ἐν Ἀντιοχείᾳ, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται. ξδʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας γέγονεν.