νεʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος τοῦ Δυῤῥαχίου γέγονεν. νϛʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς καὶ ἐπίσκοπος Ἀπολλωνιάδος γέγονεν. νζʹ. Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ὅς καὶ ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονεν. νηʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος γέγονεν Λύστρας. νθʹ. Κλήμης, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὅς καὶ πρῶΚονίας] ἐξ ἐθνῶν καὶ Ἐλλήνων ἐπίστευσεν εἰς Χριστόν, ὃς καὶ μετέπειτα ἐπίσκοπος Σαρδικῆς γέγονεν.