νʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ ἐπίσκοπος Καισαρείας γέγονεν. ναʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξεν, ὅς καὶ ἐπίσκοπος Κονίας ἐγένετο. νβʹ. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Κολοφωνίας ἐγένετο. νγʹ. Τύχικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς ἐπίσκοπος Κολοφωνίας ἐγένετο. νδʹ. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Ἀνδριακῆς γέγονεν.