εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον καὶ Δαμασκοῦ μετέπειτα γενόμενος ἐπίσκοπος. ϛʹ. Στέφανος ὁ πρωτομάρτυς ὁ εἷς τῶν ἐκλελεγμένων ὑπὸ τῶν ιβʹ ἀποστόλων εἰς διακονίαν. ζʹ. Φίλιππος ὁ εἷς τῶν ζʹ, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ ἐν Τράλλεσι τῆς Ἀσίας γεγονὼς ἐπίσκοπος. ηʹ. Πρόχωρος ὁ εἷς τῶν. ζʹ καὶ ἐπίσκοπος Νικομηδείας τῆς Βιθυνίας γενόμενος. θʹ. Νικάνωρ ὁ εἷς τῶν ζʹ, ὃς κατ᾽ αὐτὴν τὴν ἡμέραν ἀπέθανε, καθ᾽ ἣν ὁ ἅγιος Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς τὸν Χριστόν.