μεʹ. Ἰάσων, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Ταρσοῦ ἐγένετο. μϛʹ. Σωσίπατρος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς καὶ ἐπίσκοπος Ἰκονίου ἐγένετο. μζʹ. Τέρτιος ὁ καὶ τὴν πρὸς Ῥωμαίους γράψας ἐπιστολήν, ὅς δεύτερος ἐπίσκοπος Ἰκονίου ἐγένετο. μηʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ ἐπιστολῇ, ὃς καὶ οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας γέγονεν καὶ ἐπίσκοπος μετέπειτα Πανιάδος. μθʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Βηρυτοῦ γέγονεν.