μʹ. Γάϊος, οὗ ὁ ἀπόστολος μέμνηται, ὃς ἐπίσκοπος Ἐφέσου ἐγένετο μετὰ Τιμόθεον τὸν μαθητὴν Παύλου τοῦ ἀποστόλου. μαʹ. Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὅς καὶ ἐπίσκοπος γέγονεν ὑπὸ Ἀνδρέου ἀποστόλου ἐν Σινώπῃ. μβʹ. Ὀλυμπᾶς. μγʹ. Ῥωδίων, ὧν καὶ αὐτῶν ὁ ἀπόστολος μέμνηται, οἳ καὶ ἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ ἀποστόλῳ ὑπὸ Νέρωνος τὰς κεφαλὰς ἀπετμήθησαν. μδʹ. Λουκᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς καὶ ἐπίσκοπος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο.